Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1917
Not analysed yet
θʹ. «Ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε.» Τὰς παντοδαπὰς θαυματουργίας καὶ παιδείας διὰ τούτων ἐδήλωσεν. «Ἐν Φαραῷ, καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ.» Οὐ γὰρ ἤρκεσεν ἡ βασιλεία τῶν θεηλάτων αὐτὸν ἀπαλλάξαι μαστίγων, ἀλλὰ τοῖς αὐτοῖς καὶ οἱ βασιλευόμενοι καὶ ὁ βασιλεύων κακοῖς περιέπεσεν. Οὕτω καὶ πρὸς τὸν μέγαν Μωσῆν ἔφη ὁ τῶν ὅλων Θεός· «Ἰδοὺ ἐγὼ πατάσσω πᾶν πρωτότοκον τῆς Αἰγύπτου, ἀπὸ πρωτοτόκου Φαραὼ τοῦ καθημένου ἐπὶ τοῦ θρόνου αὐτοῦ, ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος τῆς παρὰ τὸν μύλον.» ιʹ. «Ὃς ἐπάταξεν ἔθνη πολλά.» Τὰ τὴν Παλαιστίνην πάλαι οἰκήσαντα. «Καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς. [ιαʹ.] Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων· καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν.» Τούτων ὁ θεῖος Μωσῆς τὴν βασιλείαν κατέλυσεν. «Καὶ πάσας τὰς βασιλείας Χαναάν.» Τούτους ὁ μακάριος Ἰησοῦς ἐχειρώσατο, καὶ τὰς ὑπ' ἐκείνων κατεχομένας χώρας καὶ πόλεις διένειμε τῷ λαῷ. Τοῦτο καὶ ἐνταῦθα ὁ Προφήτης φησί. ιβʹ. «Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν· κληρονομίαν Ἰσραὴλ τῷ λαῷ αὑτοῦ.» Καθάπερ γάρ τινα κλῆρον πατρῷον, τὴν ὑπ' ἐκείνων τῶν δυσσεβῶν βασιλέων πάλαι κατασχεθεῖσαν γῆν τῷ Ἰσραὴλ δέδωκεν ὁ τούτων Θεός. ιγʹ. «Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.» Τὸ μὲν γὰρ μέγεθος τῶν ὑπὸ σοῦ γεγενημένων θαυμάτων τὸ σὸν ἅπαντας ἐδίδαξεν ὄνομα· καὶ μέντοι καὶ εἰς τὰς ἐσομένας γενεὰς ἡ τῶν σῶν εὐεργεσιῶν φυλαχθήσεται μνήμη. ιδʹ. «Ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὑτοῦ, καὶ ἐπὶ τοῖς δούλοις αὑτοῦ παρακληθήσεται.» Οὐ γὰρ περιόψῃ παρὰ τῶν δυσμενῶν ἡμᾶς πολεμουμένους ὁρῶν, οὐδὲ ἀξίας τῶν ἡμετέρων ἁμαρτάδων τιμωρίας ἐπάξεις, ἀλλ' ἵλεως ἔσῃ καὶ εὐμενής· οὕτω δείξας τοῦ ὄντος Θεοῦ τὴν δύναμιν, κωμῳδεῖ τῶν καλουμένων μὲν, οὐκ ὄντων δὲ θεῶν τὴν ἀσθένειαν· καὶ ἐπειδὴ θεοὺς ὠνόμασεν, ἀνέδειξεν αὐτοὺς μετὰ τοῦ πράγματος καὶ τῆς προσηγορίας ἐρήμους. ιεʹ. «Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων.» Ὁ μὲν ἡμέτερος Θεὸς τῶν ἁπάντων ἐστὶ, φησὶ, ποιητὴς, ἐκεῖνοι δὲ οὐ μόνον δημιουργικὴν οὐκ ἔχουσι δύναμιν, ἀλλὰ καὶ αὐτὸ τὸ εἶδος παρὰ τέχνης ἀνθρωπείας ἐδέξαντο. Ἐξ ὕλης γὰρ αὐτοῖς καὶ τέχνης ἡ σύστασις. ιϛʹ, ιζʹ. «Στόμα ἔχουσι, καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσι, καὶ οὐκ ὄψονται. Ὦτα ἔχουσι, καὶ οὐκ ἐνωτισθήσονται.» Εἰκόνας, φησὶν, αἰσθήσεων ἔχουσι, τῆς δὲ ἐνεργείας ἐστέρηνται. «Οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν.» Τούτου δὲ καὶ τῶν ἀλόγων ἡ φύσις μετέλαχεν· ἀναπνεῖ γὰρ τῶν ζώων ἕκαστον. Τὰ δὲ εἴδωλα οὐδὲ τοῖς ἀλόγοις παραπλησίως τούτου μετέχει.