Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1920
Not analysed yet
ιηʹ. «Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.» Ταύτης εἰσὶν ἄξιοι τῆς ἀναισθησίας μεταλαχεῖν, καὶ οἱ δημιουργοῦντες αὐτὰ, καὶ οἱ προσκυνοῦντες. Τοὺς γὰρ λόγου μετέχοντας, καὶ θεοὺς ὑπολαμβάνοντας τὰ ζωῆς ἐστερημένα καὶ λόγου, δίκαιον τῆς ἐκείνων μετασχεῖν ἀλογίας. ιθʹ. «Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κύριον.» Ἐκεῖνοι μὲν, φησὶ, τοσαύτην ἀπονέμουσι θεραπείαν τοῖς ἀψύχοις εἰδώλοις· ὑμεῖς δὲ τὸν τῶν ἁπάντων ὑμνήσατε Ποιητήν. «Οἶκος Ἀαρὼν, εὐλογήσατε τὸν Κύριον.» Διέκρινε τοῦ λαοῦ τοὺς ἱερέας. καὶ καθ' ἑαυτοὺς ὑμνεῖν παρηγγύησε, ταύτῃ δεικνὺς τὸ διάφορον. κʹ. «Οἶκος Λευῒ, εὐλογήσατε τὸν Κύριον.» Ἑτέρα πάλιν ἐνταῦθα διαφορά. Οἱ γὰρ Λευῖται τῶν μὲν ἄλλων τιμιώτεροι, τῶν δὲ ἱερέων ὑποδεέστεροι. Ἵνα τοίνυν μὴ καὶ οὗτοι τὴν ἱερατικὴν ἀξίαν ἁρπάσωσιν (ἐτόλμησαν γὰρ καὶ πάλαι τοῦτο τοῦ θεσπεσίου Μωσοῦ περιόντος), ἀναγκαίως καὶ τούτους ἀπὸ τῶν ἱερέων ἀπέκρινεν. «Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον.» Ἕτερον καὶ τοῦτο τάγμα, ἐκ μὲν τοῦ Ἰακὼβ οὐ κατάγον τὸ γένος, ἐκείνου δὲ τὴν εὐσέβειαν ἀσπαζόμενον. Οὕτω δὲ καὶ τοὺς εὐσεβεῖς ὠνόμαζον προσηλύτους. Ἱκανὸν δὲ καὶ τοῦτο Ἰουδαίους διδάξαι, ὡς ὁ τῶν ὅλων Θεὸς τῆς σωματικῆς συγγενείας τὴν τῶν τρόπων προκρίνει συγγένειαν. καʹ. «Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλήμ.» Εὐλογούμενος ὁ Θεὸς εὐλογεῖ· ἀλλ' εὐλογεῖ μὲν ἔργῳ, εὐλογεῖται δὲ λόγῳ. Καὶ οἱ μὲν ὑμνοῦντες προσφέρουσι ῥήματα, αὐτὸς δὲ τὴν διὰ πραγμάτων ἀντιδίδωσιν εὐλογίαν. Κατοικεῖν δὲ αὐτὸν ἐν Ἱερουσαλὴμ ἔφη, οὐ τὴν θείαν ἐκεῖ περιγράφων φύσιν, ἀλλ' ἐκεῖ τηνικαῦτα τὴν θείαν ἐπιφάνειαν εἰδώς. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΕʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα. Καὶ τόνδε τὸν ὕμνον τοῖς αὐτοῖς ἡ προφητικὴ συνέγραψε χάρις, διὰ πλειόνων αὐτοῖς παιδευμάτων πραγματευομένη τὴν ὠφέλειαν. «Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Προσενέγκατε, φησὶ, τῷ Θεῷ τὸν χαριστήριον ὕμνον, τῶν ὑπ' αὐτοῦ χορηγηθέντων ἀγαθῶν μεμνημένοι, καὶ τὸν ἀμέτρητον αὐτοῦ θαυμάζοντες ἔλεον. βʹ. «Ἐξομολογεῖσθε τῷ Θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Θεῶν ἐνταῦθα οὐ τῶν εἰδώλων λέγει· οὐ γὰρ ἂν αὐτὸν ἐκάλεσε τῶν οὐκ ὄντων Θεόν. Οὐ γάρ ἐστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Καλεῖ τοίνυν θεοὺς τοὺς ἱερωσύνῃ τετιμημένους, τοὺς υἱοὺς Θεοῦ χρηματίσαντας. Οὕτω καὶ ἐν τῷ νόμῳ φησί· «Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» Καί· «Υἱὸς πρωτότοκός μου Ἰσραήλ.» Καὶ διὰ τοῦ Ἡσαΐου·