Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1921
Not analysed yet
»Υἱοὺς ἐγέννησα καὶ ὕψωσα.» Καὶ ἐν τοῖς ψαλμοῖς· «Ἐγὼ εἶπον· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.» Τούτους θεοὺς ἐκάλεσεν, ὡς υἱοὺς Θεοῦ χρηματίσαντας. γʹ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Καὶ βασιλεῖς καὶ ἄρχοντες, παρὰ Θεοῦ λαβόντες τὴν ἐξουσίαν, τῶν ὑπηκόων δεσπόζουσιν. Οὕτω καὶ ὁ Κύριος ἔφη· «Οἱ βασιλεῖς τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ ἄρχοντες κατεξουσιάζουσιν αὐτῶν.» Εἰσὶ δὲ καὶ ἄγγελοί τινες ὀνομαζόμενοι κυριότητες. Διὰ τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος ἔφη· «Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ (πολλοὶ λεγόμενοι, οὐκ ὄντες, ὀνόματος μετέχοντες, οὐ πράγματος), εἴτε ἐν τῷ οὐρανῷ, εἴτε ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοί· ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ.» Τοῦτον ἐκάλεσεν ὁ ψαλμὸς Κύριον τῶν ἀληθῶν κυρίων. δʹ. «Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Μεγαλουργίαι καὶ αἱ τῶν εὐνῶν αὐτοῦ θεραπόντων. Ἀλλὰ θεῖα καλοῦμεν καὶ τὰ Μωσοῦ, καὶ τὰ Ἰησοῦ, καὶ τὰ Ἠλίου θαυμάσια· ὡσαύτως δὲ καὶ τὰ ὑπὸ τῶν ἱερῶν ἀποστόλων γεγενημένα σημεῖα. Εἰκότως τοίνυν αὐτὸν ὁ Προφήτης μόνον ἔφη τῶν μεγάλων θαυμάτων δημιουργόν. Εἶτα δείκνυσιν αὐτοῦ καὶ τὰ μεγάλα ποιήματα. εʹ. «Τῷ ποιήσαντι τοὺς οὐρανοὺς ἐν συνέσει, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Κηρύττει γὰρ καὶ μόνον ὁρώμενος οὐρανὸς τοῦ Θεοῦ τὴν σοφίαν. Πολὺ γὰρ τὸ μέγεθος, καὶ τὸ κάλλος, καὶ ἡ ἐπὶ τὸ πλεῖστον διαμονή. ϛʹ. «Τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Καὶ τοῦτο δὲ ἀξιάγαστον, καὶ τὴν ἀνθρωπίνην ὑπερβαῖνον διάνοιαν, καὶ πανταχόθεν τὴν γῆν περικλυζομένην τοῖς ὕδασιν ἑστάναι, καὶ ἐπὶ τῆς οἰκείας φύσεως διαμένειν. Εἰκότως δὲ τοῖς ῥητοῖς ἅπασι τὸν αἰώνιον ἔλεον ὁ μεγαλογράφος συνέζευξεν, ἐπειδὴ οὐ διὰ χρείαν οἰκείαν, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν ἐδημιούργησεν ὁ φιλάνθρωπος ἅπαντα. ζʹ. «Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Τῆς θείας μεταλαχόντες Προνοίας οἱ ἄνθρωποι ἐξάπτειν λαμπάδας εἰώθασιν, ἀλλ' ὅλον τὸ περίγειον πῦρ ἑνὸς ἀστέρος οὐ μιμεῖται λαμπρότητα. Πάντων δὲ ἀστέρων καὶ σελήνης αὐτῆς φανώτατος ἥλιος. Κἀκείνους γὰρ φαινόμενος κρύπτει, καὶ αὐτῆς τὰς ἀκτῖνας ἀμβλύνει. ηʹ, θʹ. «Τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Τὴν σελήνην, καὶ τοὺς ἀστέρας, εἰς ἐξουσίαν τῆς νυκτὸς, ὅτι εἰς τὸν αἰῶνα