Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1924
Not analysed yet
τὸ ἔλεος αὐτοῦ.» Διένειμε, φησὶ, τοῖς φωστῆρσι τὸν χρόνον, καὶ ταῖς μὲν ἡλιακαῖς ἀκτῖσι τὴν ἡμέραν ποιεῖ, σελήνῃ δὲ καὶ ἄστροις καταφωτίζει τὴν νύκτα. Διὰ τούτων γινομένων τὴν οἰκείαν δεικνὺς ἀγαθότητα. ιʹ. «Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ἀλλ' ἴσως ἄν τις ἐπαπορήσειε, πῶς ἐλέῳ τεκταίνεται θάνατος; Σκοπείτω τοίνυν τὴν λύσιν τῶν προκειμένων ῥητῶν· ὡς ὁ τοὺς ἀδικουμένους οἰκτείρων, τοὺς ἀδικοῦντας κολάζει. Τοῦτο γὰρ καὶ ἐνταῦθα ὁ Προφήτης ἐπήγαγε. ιαʹ. «Καὶ ἐξαγαγόντι τὸν Ἰσραὴλ ἐκ μέσου αὐτῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ὁ περὶ τοῦτον ἔλεος ἐκείνοις τὴν τιμωρίαν ἐπήγαγε. Κἀκεῖνος δὲ, καὶ αὕτη, δικαιοσύνῃ συγκέκραται. Καὶ τούτους γὰρ δικαίως ἠλέησε, κἀκείνους ἐνδίκως ἐκόλασεν. ιβʹ. «Ἐν χειρὶ κραταιᾷ, καὶ ἐν βραχίονι ὑψηλῷ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Χεῖρα τὴν ἐνέργειαν ἐκάλεσε, βραχίονα δὲ τὴν ἰσχύν. Δι' ἀμφοτέρων μέντοι ἐδήλωσεν, ὡς διὰ τῆς γεγενημένης τοῦ λαοῦ σωτηρίας τὴν οἰκείαν ἀπεκάλυψε δύναμιν. ιγʹ. «Τῷ καταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Τινὲς τοῖς Ἰουδαϊκοῖς ἀκολουθήσαντες μύθοις ἰσαρίθμους ταῖς δυοκαίδεκα φυλαῖς ἔφασαν τῇ Ἐρυθρᾷ θαλάσσῃ γεγενῆσθαι τὰς διαιρέσεις, ἐπειδὴ ὁ Προφήτης οὐ διαίρεσιν, ἀλλὰ διαιρέσεις εἶπεν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὅτι διχῆ τμηθὲν τὸ πέλαγος δύο ἀνθ' ἑνὸς ἐγένετο. Τὸ γὰρ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν, καὶ τεῖχος ἐξ εὐωνύμων· οὗ δὴ χάριν διαιρέσεις ἐκάλεσε τὴν εἰς δύο τοῦ πελάγους τομήν. ιδʹ, ιεʹ. «Καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐκτινάξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν Ἐρυθρὰν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ἀμφότερα γὰρ τῆς αὐτοῦ δυνάμεως ἔργα, καὶ τὸ τούτους εὐπετῶς διαβῆναι τὸ πέλαγος, καὶ τὸ ἐκεῖνον ὑποβρύχιον γενέσθαι τοῖς ὕδασι. ιϛʹ. «Καὶ διαγαγόντι τὸν λαὸν αὑτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Καὶ τοῦτο δὲ τῆς θείας ἰσχύος ἀπόδειξις, τοσοῦτον λαὸν ἐπὶ χρόνῳ τοσούτῳ ἐν ἐρήμῳ διαθρέψαι, καὶ τῶν ἀναγκαίων αὐτῷ χορηγῆσαι τὴν ἀφθονίαν. ιζ, ιηʹ. «Τῷ πατάξαντι βασιλεῖς μεγάλους, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἀποκτείναντι βασιλεῖς κραταιοὺς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ἐν κεφαλαίῳ καὶ τούτων ἤδη τὴν ἑρμηνείαν ἐποιησάμεθα.