Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1925
Not analysed yet
ιθʹ, κʹ. «Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Οὐχ ἁπλῶς δὲ, τοὺς ἄλλους παραλιπὼν βασιλέας, τούτων διαφερόντως ἐμνήσθη, ἀλλὰ τὸν λαὸν τῆς θεοσδότου νίκης ἀναμιμνήσκων· ἐπὶ ῥώμῃ γὰρ οὗτοι, καὶ δυναστείᾳ, καὶ μεγέθει σώματος ἐσεμνύνοντο. Ὁ δὲ Ὢγ καὶ κλίνῃ ἐκέχρητο σιδηρᾷ, διὰ τὸ τοῦ σώματος μέγεθος ἐννέα μὲν πήχεις τὸ μῆκος, πέντε δὲ τὸ εὖρος ἐχούσῃ. καʹ, κβʹ. «Καὶ δόντι τὴν γῆν κληρονομίαν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Κληρονομίαν Ἰσραὴλ δούλῳ αὑτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ἅπαντας γὰρ ἐκείνους θανάτῳ καταναλώσας, τὸν Ἰσραὴλ δεσπότην τῆς ἐκείνων ἐπέφηνε γῆς. κγʹ, κδʹ. «Ὅτι ἐν τῇ ταπεινώσει ἡμῶν ἐμνήσθη ἡμῶν ὁ Κύριος, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Μέμνηται τούτων καὶ ὁ μακάριος Μωσῆς· «Ἐστέναξαν γὰρ, φησὶν, οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεόν. Καὶ αἰχμαλώτους δὲ πάλιν γενομένους ᾤκτειρε, καὶ εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν.» κεʹ. «Ὁ διδοὺς τροφὴν πάσῃ σαρκὶ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Ἀπὸ τῆς μερικῆς προνοίας πάλιν ἐπὶ τὴν καθόλου μετέβη, τὴν περὶ πάντας τοῦ Θεοῦ κηρύττων κηδεμονίαν. Οὐ γὰρ μόνον τοῖς ἀνθρώποις, ἀλλὰ καὶ τοῖς ἀλόγοις τὴν κατάλληλον προσφέρει τροφήν. Οὕτω καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· «Ἀποβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ἃ οὔτε σπείρει, οὔτε συνάγει εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά.» κϛʹ. «Ἐξομολογεῖσθε τῷ Θεῷ τοῦ οὐρανοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.» Πάντων μὲν Θεὸς ὁ Θεός· πάντων γάρ ἐστι ποιητής· οὐρανοῦ δὲ κυρίως χρηματίζει Θεὸς, ὑπὸ τῶν ἐν οὐρανῷ διαιτωμένων ἀγγέλων θεραπευόμενος· ἐκεῖνο γὰρ τὸ χωρίον καθαρὸν ἁμαρτίας. ΕΡΜΗΝ. ΤΟΥ ΡΛϛʹ ΨΑΛΜΟΥ. Οὗτος ὁ ψαλμὸς ἀνεπίγραφος παρ' Ἑβραίοις· θρασὺ δέ τινες πρᾶγμα τετολμηκότες ἐπέγραψαν, «Τῷ Δαβὶδ διὰ Ἱερεμίου·» καὶ προσέθεσαν τὸ, «Ἀνεπίγραφος παρ' Ἑβραίοις.» Καὶ αὐτὸ δὲ τὸ πλάσμα τῆς ἐπιγραφῆς κηρύττει τῶν ἐπιγεγραφότων τὴν ἄνοιαν. Ἱερεμίας γὰρ οὐκ εἰς Βαβυλῶνα μετὰ τῶν δορυαλώτων ἀπήχθη, ἀλλ' ὀλίγον ἐν τῇ Ἱερουσαλὴμ διάγων χρόνον, ὑπὸ τῶν παρανόμων βιασθεὶς Ἰουδαίων, τῆς εἰς Αἴγυπτον αὐτοῖς ὁδοῦ κεκοινώνηκε· πῶς τοίνυν ἁρμόττει τῷ Ἱερεμίᾳ λέγειν, «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν