Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1928
Not analysed yet
καὶ ἐκλαύσαμεν;» Ὅτι μὲν οὐδαμῶς ἐκείνῳ τῷ προφήτῃ προσήκει, δῆλον ἐκ τῶν εἰρημένων. Σαφὴς δὲ ὅμως τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Οἱ γὰρ ἀπαχθέντες αἰχμάλωτοι, καὶ τῆς ἐπανόδου τετυχηκότες, διηγοῦνται τὰ ἐν Βαβυλῶνι συμβεβηκότα. αʹ. «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν, καὶ ἐκλαύσαμεν, ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών.» Οἱ ἀθυμοῦντες εἰώθασι τὰ ἐρημότερα καταλαμβάνειν χωρία, κἀκεῖ τὰς οἰκείας ὀλοφύρεσθαι συμφοράς. Καὶ οὗτοι τοίνυν ταῖς ὄχθαις τῶν ποταμῶν προσκαθήμενοι, καὶ τῆς μητροπόλεως αὐτῶν λογιζόμενοι τὴν ἐρημίαν, πολλὰ προέχεον δάκρυα, τῶν ποταμῶν μιμούμενοι ῥεύματα. βʹ. «Ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν.» Ἄχρηστα γὰρ αὐτοῖς ἦν παντελῶς, τοῦ νόμου διαγορεύοντος ἐν ἑνὶ τόπῳ τὴν λειτουργίαν πληροῦν. γʹ. «Ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς, λόγους ᾠδῶν· καὶ οἱ ἀπαγαγόντες ἡμᾶς· Ὕμνον ᾄσατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιών.» Ἐπιτωθάζοντες ἡμῖν, καὶ ταῖς ἡμετέραις ἐπεμβαίνοντες συμφοραῖς, ᾄδειν ἡμῖν ἐκέλευον, καὶ ταῖς ἡμετέραις αὐτοὺς καταθέλγειν ᾠδαῖς, οὐχ ἵνα ἐντεῦθέν τινα λάβωσιν ὠφέλειαν, ἀλλ' ἵνα γελάσωσι τὰ ἡμέτερα. δʹ. «Πῶς ᾄσωμεν τὴν ᾠδὴν Κυρίου ἐπὶ γῆς ἀλλοτρίας;» Ἡμεῖς δὲ τοῦ προστεταγμένου τὸ παράνομον εἰδότες, οὐκ εἴξαμεν τοῖς κελεύουσιν· ἔλεγχος δὲ ταῦτα Ἰουδαίων τῶν παρανόμων, πληροῦν σπουδαζόντων τὸν νόμον, καὶ ἔξω τῶν νενομισμένων χωρίων ἐπιτελούντων τὰ νόμιμα. εʹ, ϛʹ. «Ἐὰν ἐπιλάθωμαί σου, Ἱερουσαλὴμ, ἐπιλησθείη ἡ δεξιά μου. Κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ.» Ταῦτα ὑπὸ τοῦ Προφήτου διδάσκονται λέγειν, ἵνα τὴν τῆς ἱερᾶς πόλεως ἄληστον ἔχωσι μνήμην, ἐν ταῖς ἐλπίσι τῆς ἐπανόδου ψυχαγωγούμενοι, τῶν ἀνδραποδισάντων μὴ μάθωσι τὴν ἀσέβειαν. Λέγουσι τοίνυν, ὅτι Οὐδὲ πόῤῥω σου τυγχάνων, ὦ Ἱερουσαλὴμ, λήθῃ τὴν μνήμην παραδέδωκα· εἰ δὲ τοῦτο ποιήσαιμι, τοῦτο πάθοιμι, καὶ τῆς ἄνωθεν βοηθείας μὴ τύχοιμι. Ταύτην γὰρ καλεῖ δεξιάν. «Ἐὰν μὴ προσανατάξωμαι τὴν Ἱερουσαλὴμ, ὡς ἐν ἀρχῇ τῆς εὐφροσύνης μου.» Τὸ κεφάλαιον, φησὶ, τῆς εὐφροσύνης τὴν σὴν ἔχω θέαν, καὶ τὴν σὴν νεουργίαν, καὶ τὰς ἐν σοὶ πανηγύρεις. Δι' ἐκείνων γὰρ καρποῦμαι τὴν ἀληθῆ θυμηδίαν. ζʹ. «Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ, τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς.» Ἐκ τοῦ Ἡσαῦ οἱ Ἰδουμαῖοι καταγόμενοι διέμειναν τὴν πατρῴαν δυσμένειαν ἔχοντες. Οὗτοι τῆς Ἱερουσαλὴμ ἐμπιπραμένης καὶ καταλυομένης, ἔλεγον ἐφηδόμενοι· «Ἐκ-