Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1929
Not analysed yet
κενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς·» ἀντὶ τοῦ, Ἐκ βάθρων αὐτὴν ἀνασπάσατε, ὥστε μηδὲ αὐτὰ μεῖναι τῶν θεμελίων τὰ ἴχνη. ηʹ. «Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος.» Οὕτω παραδοὺς τῷ Θεῷ τῶν Ἰουδαίων τὴν κρίσιν, προλέγει καὶ τῇ Βαβυλῶνι τὸν ἐσόμενον ὄλεθρον. Ταλαίπωρον δὲ αὐτὴν, ὡς ἀθλίαν ἐσομένην, καλεῖ. Ὁ δὲ Ἀκύλας, ἀντὶ τοῦ ταλαίπωρος, ἡ προνενομευμένη εἴρηκεν. «Μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν.» Τί δὲ τοῦτό ἐστιν; θʹ. «Μακάριος ὃς κρατήσει, καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.» Ἐπειδὴ γὰρ καὶ αὐτοὶ τοῖς αὑτῶν νηπίοις ὠμῶς ἐχρήσαντο, τὴν ἴσην αὐτοῖς τιμωρίαν ὁ Προφήτης προείρηκε. Μακαρίζεται τοίνυν ὁ Κῦρος, ὁ κἀκείνους κολάσας, καὶ τούτους ἐλευθερώσας οὐκ ἐπειδὴ τῆς εἰλικρινοῦς εὐσεβείας τρόφιμος ἦν, ἀλλ' ὅτι τὸν εὐσεβῆ λαὸν τῆς ἐλευθερίας ἠξίωσε, καὶ τὸν θεῖον νεὼν οἰκοδομηθῆναι προσέταξε. Δέχεται δὲ Θεὸς καὶ τοὺς ὀλίγους καρποὺς, καὶ τὰς μεγάλας ἀντιδόσεις παρέχει· οὕτω τοὺς δύο τῆς χήρας ὀβολοὺς ἀνεκήρυξεν. ΕΡΜΗΝ. ΤΟΥ ΡΑΖʹ ΨΑΛΜΟΥ. αʹ. Τῷ Δαβίδ. Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, τὰ ἐπαναστάντα αὐτοῖς οἱ Ἰουδαῖοι καταλύσαντες ἔθνη διὰ τῆς θείας ῥοπῆς, ὕμνον χαριστήριον προσφέρουσι τῷ Θεῷ. Ταῦτα τοίνυν ὁ θεῖος προαγορεύει Δαβίδ. «Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.» Οὐκ ἐγένοντο περὶ τὸν εὐεργέτην ἀχάριστοι. Ἀλλ' ἱκετείαν προσενεγκόντες, καὶ βοηθείας τετυχηκότες, τοῖς δυνατοῖς τὰς εὐεργεσίας ἀμείβονται, καὶ ὕμνους ὑπὲρ τῆς ἐπικουρίας προσφέρουσιν. «Καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.» Μιμησόμεθα, φησὶ, τῶν ἀγγέλων τοὺς δήμους· καὶ καθάπερ ἐν τοῖς οὐρανοῖς ἐκεῖνοι χορεύοντες ὑμνοῦσι τὸν τῶν ὅλων Θεὸν, οὕτω καὶ ἡμεῖς ἐπὶ τῆς γῆς τὴν πνευματικήν σοι μελῳδίαν προσοίσομεν. βʹ. «Προσκυνήσω πρὸς ναὸν ἅγιόν σου, καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου, ἐπὶ τῷ ἐλέει σου, καὶ τῇ ἀληθείᾳ σου.» Ἔσται δέ μοι ἀντὶ τοῦ οὐρανοῦ ὁ ἀφιερωμένος τῷ ὀνόματί σου νεώς. Ἐν ἐκείνῳ προσκυνήσω σε, καὶ τὴν χαριστήριον δοξολογίαν ποιήσομαι, τὴν εἰς ἐμὲ φιλανθρωπίαν, καὶ τὴν κατὰ τῶν πολεμίων δικαιοσύνην ὁρῶν. Τῶν μὲν γὰρ, ὡς ἀδικούντων, ἀληθείᾳ χρησάμενος κατεψηφίσω τὸν ὄλεθρον· ἐμὲ δὲ τῷ σῷ ἐλέῳ διέσωσας. Ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν τὸ ὄνομα τὸ ἅγιόν σου.» Διὰ πάντων γὰρ σεπτὸν τὸ ὄνομά σου· καὶ παρὰ πᾶσιν ᾄδεται τοῖς τὴν σὴν θεασαμένοις ἰσχύν. γʹ. «Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου.» Ταύτης τῆς εὐφροσύνης διηνεκῶς ἀπολαύειν ἀντιβολῶ. «Πολυωρήσεις με ἐν ψυχῇ μου