Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1932
Not analysed yet
δυνάμει σου.» Τουτέστιν, Ἐν τῇ δυνάμει σου τὴν ψυχήν μου πολυωρήσεις, καὶ ψυχαγωγίας καὶ θάρσους ἐμπλήσεις. Ὁ δὲ Σύμμαχος οὕτως, Συνέστης τῆς ψυχῆς μου δυνάμει. Πολλῆς με, φησὶν, ἐπικουρίας καὶ προνοίας ἠξίωσας. δʹ. «Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς, ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός μου.» Καὶ τηνικαῦτα μὲν ἅπαντες τὴν μεγίστην ἐκείνην μεμαθηκότες νίκην, ἐθαύμασαν τοῦ Θεοῦ τῶν ὅλων τὴν δύναμιν. Διαφερόντως δὲ μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, καὶ βασιλεῖς καὶ ἄρχοντες τὸν ἁπάντων ὑμνοῦσι Ποιητήν. Ἐπ' ἐκείνης μέντοι τῆς νίκης, οὐ ῥημάτων ἤκουσαν, ἀλλὰ πρᾶγμα παράδοξον ἐθεάσαντο· νῦν δὲ καὶ ῥημάτων ἤκουσαν, καὶ τῶν εὐαγγελικῶν ἀπολαύουσι κηρυγμάτων. εʹ. «Καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς Κυρίου, ὅτι μεγάλη ἡ δόξα Κυρίου.» Εὐκτικῶς τὰ ἐσόμενα λέγει, καὶ τὴν τῶν πραγμάτων προλέγει μεταβολήν· ὅτι τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν οἰκονομίαν θαυμάσουσιν ἅπαντες. Ὁδοὺς γὰρ τὰς οἰκονομίας καλεῖ. ϛʹ. «Ὅτι ὑψηλὸς Κύριος, καὶ τὰ ταπεινὰ ἐφορᾷ.» Τοῦτο καὶ ἐν ἑτέρῳ ἔφη ψαλμῷ· «Ὁ ἐν ὑψηλοῖς κατοικῶν, καὶ τὰ ταπεινὰ ἐφορῶν.» Λέγει δὲ, ὅτι φύσει ὑψηλὸς ὢν καὶ ἄῤῥητος, οὐδὲ τῶν σμικρῶν ἀμελεῖ, ἀλλὰ καὶ τούτους τῆς οἰκείας ἀξιοῖ προμηθείας. «Καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.» Γινώσκει γὰρ πάντα πρὶν γενέσεως αὐτῶν· καὶ πόῤῥωθεν τοὺς ἐν δυναστείαις ὁρῶν, ἑκάστῳ φάρμακα προσφέρει κατάλληλα. ζʹ. «Ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με.» Πίστεως εἰλικρινοῦς ἡ φωνή. Θαῤῥῶ, φησὶν, ὅτι κἂν πανταχόθεν ὑπὸ συμφορῶν περικλύζωμαι, κρείττων ἔσομαι τῶν δυσχερῶν, καὶ ζωὴν ἀπὸ τῆς σῆς ἐπικουρίας καρπώσομαι. «Ἐπ' ὀργὴν ἐχθρῶν ἐξέτεινας χεῖράς σου, καὶ ἔσωσέ με ἡ δεξιά σου.» Ὀργισθεὶς γὰρ κατὰ τῶν ἐμῶν δυσμενῶν, ἐκείνους μὲν τιμωρίᾳ παρέδωκας, ἐμὲ δὲ σωτηρίας ἠξίωσας. Καὶ ἐντεῦθεν δῆλον, ὡς χεῖρα μὲν τὴν ἐνέργειαν καλεῖ, δεξιὰν δὲ τὴν ἀγαθὴν ἐνέργειαν. Τῇ γὰρ τιμωρίᾳ τῶν ἐχθρῶν τὴν χεῖρα συνέζευξε· τῇ δὲ εἰς αὐτὸν εὐεργεσίᾳ τὴν δεξιάν. ηʹ. «Κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ.» Ἐγὼ, φησὶν, ἄνθρωπος ὢν, καὶ ἁμαρτίαις ἐγκαλινδούμενος, ἀμείψασθαι τὰς εὐεργεσίας οὐ δύναμαι· αὐτὸς δὲ ὁ Κύριος, ὁ τούτων μοι γενόμενος χορηγὸς, ἐνανθρωπήσας, καὶ τὴν ἐμὴν φύσιν ἀνειληφὼς, τὸ ἐμὸν ἐκτίσει χρέος. Συμφωνεῖ τούτοις καὶ ὁ θεῖος Ἀπόστολος, λέγων, τὸν Δεσπότην Χριστὸν ἐξαλεῖψαι