Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1933
Not analysed yet
τὸ καθ' ἡμῶν χειρόγραφον. «Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.» Ἐπειδὴ τοίνυν ἀμέτρητός σου ὁ ἔλεος, καὶ τῷ αἰῶνι συνεκτεινόμενος, ταχεῖαν τοῖς σοῖς ποιήμασι παράσχου τὴν σωτηρίαν. Ταύτην δὲ ὁ Προφήτης προσενήνοχεν ὑπὸ τῆς τοῦ παναγίου Πνεύματος μεμαθηκὼς χάριτος, ὡς τὸ χρέος τῆς φύσεως ὁ Ποιητὴς ἐκτίσει τῆς φύσεως. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΗʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος· Ψαλμὸς τῷ Δαβίδ.» Ἐν ἐνίοις ἀντιγράφοις πρόσκειται, «Ζαχαρίου εἰς τὴν διασποράν.» Τοῦτο οὔτε παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα, οὔτε παρὰ τοῖς ἄλλοις εὗρον ἑρμηνευταῖς· ἀλλά τις ὡς ἠβουλήθη νενοηκὼς τὸν ψαλμὸν, τῆς ἐπιγραφῆς ἐποιήσατο τὴν προσθήκην. Ὁ μέντοι ψαλμὸς τοῦ Ἰωσίου τοῦ βασιλέως πρόῤῥησιν ἔχει. Οὗτος γὰρ ἐκ δυσσεβοῦς βλαστήσας πατρὸς, τοιούτου δὲ καὶ πάππου γενόμενος ἔκγονος, τὴν μὲν ἐκείνων ἀσέβειαν ἐβδελύξατο, διὰ πάσης δὲ ὥδευσεν ἀρετῆς, καὶ ζήλῳ θείῳ πυρποληθεὶς, τοὺς τῶν εἰδώλων ἱερέας κατηκόντισεν ἅπαντας· τοὺς δὲ τὴν εὐσέβειαν ἀσπαζομένους πάσης θεραπείας ἠξίωσε. Ταῦτα προλέγει ὁ ψαλμός. Εἰσάγει δὲ αὐτὸν ὁ προφητικὸς λόγος προσευχόμενον, καὶ τὴν περὶ αὐτοῦ πρόγνωσιν ἐκπληττόμενον. «Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με.» Βάσανος ἀρετῆς οὐ μόνον πενία καὶ ἀθυμία, ἀλλὰ καὶ βασιλεία καὶ εὐπραξία. Ὥσπερ γὰρ ἐν τοῖς ἀνιαροῖς δοκιμαζόμεθα, εἰ φέρειν γενναίως δυνάμεθα τὰ προσπίπτοντα λυπηρά· οὕτως καὶ ἐν ταῖς εὐημερίαις γυμναζόμεθα, καὶ δεικνύμεθα, εἴτε συνεπαιρόμεθα ταῖς εὐκληρίαις, εἴτε τὴν τούτων ἐπιστάμεθα φύσιν. Βασιλείαν τοίνυν ἐγχειρισθεὶς ὁ μακάριος Ἰωσίας, καὶ μετ' εὐσεβείας αὐτὴν κυβερνήσας, εἰκότως ἔφη· «Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με. [βʹ.] Σὺ ἔγνως τὴν καθέδραν μου, καὶ τὴν ἔγερσίν μου.» Πάντα, φησὶ, μεμάθηκας ἀκριβῶς, τίνα εἰργαζόμην καθήμενος, τίνα ἔδρων ἀνιστάμενος. Διὰ γὰρ τῆς καθέδρας καὶ τῆς ἐγέρσεως, πάντα τὸν βίον ἐδήλωσε. Καθαρᾶς δὲ ψυχῆς καὶ συνειδότος ἐῤῥωμένου τὰ ῥήματα. Καὶ ἐπειδὴ εἶπεν, «Ἐδοκίμασάς με καὶ ἔγνως με,» ἵνα μή τις ὑπολάβῃ μετὰ τὸ τέλος τῶν πραγμάτων μανθάνειν τὸν Θεὸν τὰ γινόμενα, ἁρμοδίως μάλα ἐπήγαγε· γʹ. «Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν.» Ἄνωθεν γὰρ, καὶ ἐξ ἀρχῆς, καὶ πρὸ πολλῶν γενεῶν τῆς ἐμῆς διαπλάσεως, οὐ μόνον τὰς ἐμὰς προεώρακας πράξεις, ἀλλὰ τοὺς ἐσομένους μοι προεώρακας λογισμούς. «Τὴν τρίβον μου, καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας.» Ὁ δὲ Θεοδοτίων οὕτως, Τὴν τρίβον μου, καὶ τὴν ὁδόν μου ἐξιχνίασας. Ὁδὸν καὶ τρίβον τὰς πράξεις καλεῖ, σχοῖνον δὲ τὴν τούτων εὐθύτητα· ἐκ μεταφο-