Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1936
Not analysed yet
ρᾶς τῶν οἰκοδομούντων, καὶ σπαρτίῳ τοὺς τοίχους διευθυνόντων. Ἔγνως, φησὶν, ἀκριβῶς μου τὰς πράξεις, καὶ οὐδὲν τῶν ἐμῶν τὴν σὴν ἔλαθε γνῶσιν. δʹ. «Καὶ πάσας τὰς ὁδούς μου προεῖδες, ὅτι οὐκ ἔστι δόλος ἐν τῇ γλώσσῃ μου.» Οὐ μόνον προεῖδεν, ἀλλὰ καὶ προείρηκεν ὁ τῶν ὅλων Θεὸς διὰ τῶν προφητῶν, καὶ τῷ Ἱεροβοὰμ θύοντι, καὶ ταῖς δαμάλεσι τὸ θεῖον σέβας προσφέροντι προεθέσπισεν, ὡς ἀναστήσεται υἱὸς τῷ Δαβὶδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ τοὺς τῶν εἰδώλων ἱερέας παραδώσει θανάτῳ, καὶ τὰ τούτων ὀστᾶ ἐν ἐκείνῳ τῷ βωμῷ κατακαύσει. εʹ. «Ἰδοὺ, Κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα.» Δι' αὐτῶν μεμάθηκα τῶν πραγμάτων, ὡς ἅπασαν ἔχεις τὴν γνῶσιν, καὶ τῶν πάλαι γεγενημένων, καὶ τῶν μηδέπω γεγενημένων. «Σὺ ἔπλασάς με, καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου.» Πῶς γὰρ οἷόν τε λαθεῖν τι τῶν ἐμῶν τὸν ἐμὸν ποιητὴν, τὸν ἔνδον ἐν τῇ μητρῴᾳ με διαπλάσαντα νηδύϊ, καὶ πάσης ἀξιώσαντα προμηθείας; Τὸ δὲ, «Ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου,» ἔοικε τῷ, «Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με.» Σημαίνει δὲ κατὰ ταυτὸν καὶ τὴν μετὰ τὴν διάπλασιν προμηθείαν. ϛʹ. «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.» Ἐκ τῶν εἰς ἐμὲ γεγενημένων τὴν σὴν ἔγνωκα δύναμιν· καὶ ὑμνῆσαι τὴν σὴν θέλων σοφίαν, εἶτα τῆς ἀξίας διαμαρτάνων, τὴν ἧτταν ὁμολογῶ. Οὕτω καὶ τὴν γνῶσιν, καὶ τὴν πρόγνωσιν τοῦ Θεοῦ τῶν ὅλων θαυμάσας, καὶ ὅτι οὐδὲν αὐτὸν ἔλαθεν, οὔτε τῶν γεγενημένων, οὔτε τῶν ἐσομένων, ἐφ' ἕτερον μεταβαίνει ταῦτα διηγούμενος· ζʹ. «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω;» Τὸν οὕτω πάντα σαφῶς ἐπιστάμενον πῶς δυνατὸν λαθεῖν δραπετεύοντα; Ἐπισημήνασθαι δὲ προσήκει, ὅτι τὴν αὐτὴν ἐνέργειαν ἔχειν ἐδίδαξε, καὶ τὸν Θεὸν, καὶ τὸ πανάγιον Πνεῦμα· «Ποῦ πορευθῶ, φησὶν, ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ προσώπου σου ποῦ φύγω;» Ὧν δὲ μία ἡ ἐνέργεια, μία πάντως καὶ ἡ δύναμις· ὧν δὲ μία ἡ δύναμις, μία ἡ φύσις· μία ἄρα τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος ἡ φύσις. ηʹ. «Ἐὰν ἀναβῶ εἰς τὸν οὐρανὸν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει.» Ἅπαντα, φησὶ, πληροῖς, καὶ τὰ ἄνω καὶ τὰ κάτω. Τὸ μὲν γὰρ τοῦ ὕψους ἔσχατον, τὸ δὲ τοῦ βάθους. Καλῶς δὲ τῷ μὲν οὐρανῷ τὸ, «Σὺ ἐκεῖ εἶ,» συνέζευξε, τῷ δὲ ᾄδῃ τὸ πάρει. Τοῖς γὰρ ἐν οὐρανῷ διαιτωμένοις ἀγγέλοις ἐπαναπαύεται. Πανταχοῦ δὲ πάρεστι, καὶ τοῖς πᾶσι παρίσταται· «καὶ ἐν αὐτῷ ζῶμεν, κατὰ τὸν θεῖον Ἀπόστολον, καὶ κινούμεθα, καὶ ἐσμέν.»