Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1937
Not analysed yet
θʹ, ι. Ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον, καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης. Καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου.» Ὄρθρον τὰς ἀνατολὰς ἐκάλεσε, δυσμὰς δὲ τῆς θαλάττης τὰ ἔσχατα. Τῷ γὰρ ὕψει καὶ τῷ βάθει τὸ μῆκος καὶ τὸ πλάτος προσέθηκε, διδάσκων τὸ τῆς θείας φύσεως ἀπερίγραφον. Ταύτης δὲ τῆς δυνάμεως τὴν πεῖραν ἔλαβε καὶ Ἰωνᾶς ὁ προφήτης. Φυγεῖν γὰρ τὸν τῶν ὅλων Θεὸν ἐπιχειρήσας, καὶ ἥλω, καὶ τοῖς κύμασιν ἐπεδήθη, καὶ οἷον εἱρκτῇ τινι παρεδόθη τῷ κήτει, καὶ πρὸς ἣν ἀπεστάλη πόλιν ἐποδηγήθη. Ἀληθῆ τοίνυν καὶ ἐνταῦθα δείκνυται τῆς προφητείας τὰ ῥήματα· ὅτι «Εἰ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης, ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με, καὶ καθέξει με ἡ δεξιά σου. [ιαʹ] Καὶ εἶπα, Ἄρα σκότος καταπατήσει με, καὶ νὺξ φωτισμὸς ἐν τῇ τρυφῇ μου.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἐὰν εἴπω, Ἴσως σκότος περισκεπάσει με, ἀλλὰ καὶ νὺξ φωτεινὴ περὶ ἐμέ. Κἂν πρὸς ἀνίσχοντα, φησὶ, κἂν πρὸς δυόμενον ἥλιον καταφύγω, τὴν σὴν οὐ διαφεύξομαι δύναμιν· κἂν τῷ σκότει τῆς νυκτὸς κατακαλύψασθαι πειραθῶ, οὐδ' οὕτως λήσομαι. Σοὶ γὰρ φῶς ἐστι καὶ τὸ σκότος. ιβʹ. «Ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ, καὶ νὺξ ὡς ἡμέρα φωτισθήσεται.» Ὁ δὲ Σύμμαχος οὕτως· Οὔτε σκότος σκοτεινὸν ἔσται ὑπὲρ σὲ, ἀλλὰ καὶ νὺξ ὡς ἡμέρα φανεῖται. Τὸ σκότος, φησὶν, ἐμοί ἐστι σκότος· ἐγὼ γὰρ ἔχω φωτὸς καὶ σκότους διαφοράν. Σοὶ δὲ τῷ νοερῷ φωτὶ, καὶ νὺξ φανωτάτη, καὶ πάσης μεσημβρίας φωτεινοτέρα. «Ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ φῶς αὐτῆς.» Καθάπερ γὰρ ἐμοὶ ζοφώδης ἡ νὺξ, οὕτως ἐστί σοι φωτεινή. ιγʹ. «Ὅτι σὺ ἐκτήσω τοὺς νεφρούς μου.» Ταῦτα δὲ, φησὶν, οὐχ ἁπλῶς λέγω, ἀλλὰ τῇ σῇ φωτιζόμενος χάριτι, καὶ τοῖς λογισμοῖς τὴν σὴν αἴγλην δεχόμενος. Νεφροὺς γὰρ ἐνταῦθα τοὺς λογισμοὺς προσηγόρευσεν. Ἐπειδὴ γὰρ τὸ ἐπιθυμητικὸν ἔγκειται τοῖς νεφροῖς, οἱ λογισμοὶ δὲ τὴν ταύτης δέχονται προσβολὴν, λογισμοὺς ἐκάλεσε τοὺς νεφρούς. «Ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.» Σύ μου γέγονας καὶ παιδοτρίβης, καὶ κηδεμὼν, καὶ διδάσκαλος, καὶ εὐθὺς τῆς μήτρας ἐξελθὼν τῆς σῆς προνοίας ἀπήλαυσα. ιδʹ. «Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης· θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα.» Τούτου δὲ χάριν ὑμνῶν διατελῶ, ταῖς σαῖς μεγαλουργίαις καταυγαζόμενος, καὶ εἰς τοῦτο διεγειρόμενος.