Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1940
Not analysed yet
ιεʹ. «Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ὃ ἐποίησας ἐν κρυφῇ, καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς.» Ἅπαντα, φησὶν, ἀκριβῶς γινώσκεις τὰ κατ' ἐμοῦ. Σὺ γὰρ ἔτι με τῇ νηδύϊ τῇ μητρῴᾳ κρυπτόμενον ἔπλασας, καὶ οἱονεὶ ἐν τῷ ἐσχάτῳ μέρει τῆς γῆς ὄντα, εἰς φῶς ἤγαγες. Οὕτω γὰρ καὶ ὁ Ἀκύλας ἡρμήνευσεν· Οὐκ ἐπεκαλύφθη ὀστᾶ μου ἀπὸ σοῦ, οἷς ἐποιήθην ἐν ἀποκρύφῳ, ἐποικίλθην ὡς ἐν κατωτάτῳ τῆς γῆς. Οὐδέν σε, φησὶ, λαθεῖν δυνατὸν ἐν τῷ κρυπτῷ τῆς φύσεως ἐργαστηρίῳ διαπλάττοντα τῶν ἀνθρώπων τὴν φύσιν. ιϛʹ. «Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου, καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται· ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἀμόρφωτόν με προεῖδον οἱ ὀφθαλμοί σου, σὺν τοῖς ἐν τῇ βίβλῳ σου πᾶσι γεγραμμένοις, ἡμέρας πλασσομένοις οὐκ ἐνδεούσης οὐδεμιᾶς. Οὕτω μὲ, φησὶν, εἶδες πρὶν διαπλασθῆναι καὶ μορφωθῆναι, ὡς τοὺς ἤδη γεννηθέντας, καὶ τελείους γεγενημένους, καὶ οὐδεμιᾶς ἐνδεεῖς ἡμέρας, καὶ ἐν τοῖς σοῖς βιβλίοις ἀναγεγραμμένους. Τούτων τῶν βιβλίων καὶ ὁ μακάριος μέμνηται Δανιήλ· «Κριτήριον γὰρ, φησὶν, ἐκάθισε, καὶ βίβλοι ἠνεῴχθησαν.» Καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, «Ὑμῶν καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί.» Βίβλους δὲ νοητέον τὴν πάντα περιέχουσαν τοῦ Θεοῦ γνῶσιν, καὶ τὴν ἄληστον τοῦ Θεοῦ μνήμην. Οὕτω τὰ θεῖα διηγησάμενος, τὸν οἰκεῖον ἀποκαλύπτει σκοπὸν, οὐ φιλοτιμίᾳ χρώμενος, ἀλλ' ὠφελείας ἀρχέτυπον προτιθείς. ιζʹ. «Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεὸς, λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν.» Τοῦτο σαφῶς καὶ ἡ ἱστορία διδάσκει· πάσης γὰρ τοὺς θείους ἱερέας ἠξίωσε θεραπείας. Ἤκουσαν γὰρ πάντες τῶν ὑποσχέσεων, ἃς πρὸς τὸν Ἀβραὰμ ὁ Θεὸς ἐποιήσατο, «Εὐλογήσω, λέγων, τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι.» Τὸ δὲ, «Ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν,» ὁ Θεοδοτίων οὕτως ἡρμήνευσεν, Ἐκραταιώθησαν οἱ πένητες αὐτῶν. Οἱ γὰρ πάλαι διὰ τὰς τῶν δυσσεβῶν βασιλέων παρανομίας ἐν εὐτελείᾳ καὶ πενίᾳ διάγοντες πάσης ἀπήλαυσαν παρὰ τῷ Ἰωσίᾳ τιμῆς. ιηʹ. «Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται.» Τῇ γὰρ τοῦ βασιλέως εὐσεβείᾳ, καὶ οἱ πάλαι δυσσεβεῖς, τὴν διάνοιαν φωτισθέντες, παλινῳδίαν ᾖσαν, καὶ τὴν κατὰ νόμον πολιτείαν ἠσπάσαντο, καὶ οἱ πάλαι εὐαρίθμητοι ἀριθμοῦ κρείτ-