Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1941
Not analysed yet
τους ἐγένοντο. Προθεσπίζει δὲ κατὰ ταυτὸν ὁ λόγος, καὶ τὴν μετὰ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν γεγενημένην τῆς οἰκουμένης μεταβολήν. Νικῶσι γὰρ κατὰ πόλιν ἑκάστην καὶ χώραν τὸν ἀριθμὸν οἱ τῆς τοῦ Θεοῦ θεραπείας ἐπιμελούμενοι. «Ἐξεγέρθην, καὶ ἔτι εἰμι μετὰ σοῦ.» Ὁ δὲ Σύμμαχος οὕτως, Ἐξυπνήσω, καὶ ἀεὶ ἔσομαι παρὰ σοί. Ἀεὶ γὰρ ἐμαυτὸν διεγείρων, καὶ τῆς ῥᾳθυμίας τὸν ὕπνον ἀπώσομαι, καὶ τὴν σὴν μνήμην ἐν τῇ διανοίᾳ φυλάξω. Οὕτω γὰρ τῆς σῆς ἀπολαύσομαι προμηθείας. ιθʹ. «Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεὸς, ἄνδρες αἱμάτων ἐκκλίνατε ἀπ' ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς.» Ἴδιον τῶν τοὺς ἀγαθοὺς ἀγαπώντων τοὺς ἐναντίους βδελύττεσθαι. Διό φησιν, ὅτι Σοῦ τοῦ φιλανθρώπου τοὺς ἁμαρτωλοὺς ἀναιροῦντος, πολλῷ μᾶλλον ἐγὼ τὴν τούτων ἀποστραφήσομαι συνουσίαν, τὴν φιλόνεικον αὐτῶν ἐπιστάμενος γνώμην. Οὐ γὰρ ἀνέχονται τῶν ἀγαθῶν παραινέσεων, ἀλλὰ τῇ δυσκολίᾳ τῆς γνώμης ἀποσείονται ταύτας. κʹ. «Λήψονται εἰς ματαιότητα τὰς πόλεις σου.» Ἀποκτενεῖς δὲ αὐτοὺς, φησὶν, οὐκ ἀδίκως, ἀλλ' ἐπειδὴ μάτην τὰς πόλεις οἰκήσουσιν, ὄνησιν οὐδεμίαν ἐκ τῶν σῶν νόμων καρπούμενοι. καʹ, κβʹ. «Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα, καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, εἰς ἐχθροὺς ἐγένοντό μοι.» Τῆς σῆς ἐξήρτημαι ἀγάπης, ὦ Δέσποτα. Ταυτὰ σοὶ βούλομαι καὶ φιλεῖν καὶ μισεῖν. Διά τοι τοῦτο τοὺς μὲν τῆς σῆς ἀντεχομένους θεραπείας καὶ φιλῶ καὶ γεραίρω· τοὺς δὲ μισοῦντάς σε, οὐ μόνον μισῶ, ἀλλὰ καὶ ἀνιώμενος ἐπ' αὐτοῖς, καὶ τηκόμενος διατελῶ. Μισῶ μὲν γὰρ ὡς παρανόμους, οἰκτείρω δὲ ὡς ἀνθρώπους. Καὶ πενθεῖν μὲν αὐτοὺς διὰ τὴν φυσικὴν συμπάθειαν ἀναγκάζομαι· βδελύττομαι δὲ πάλιν αὐτοὺς διὰ τὴν πολλὴν πονηρίαν. κγʹ, κδʹ. «Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· ἔτασόν με, καὶ γνῶθι τὰς τρίβους μου. Καὶ εἶδε εἰ ὁδὸς ἀνομίας ἐν ἐμοὶ, καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.» Ταῦτα ἐγὼ μὲν οὕτως ἔχειν ὑπολαμβάνω· σὲ δὲ παρακαλῶ, τὸν ἄριστον τῶν ψυχῶν ἰατρὸν, τὸν ἐμὸν βίον καταμαθεῖν ἀκριβῶς, καὶ τὰ τῆς καρδίας ἐξετάσαι κινήματα· κἄν τι τῶν σῶν νόμων ἐναντίον ἐν τούτοις εὑρεθῇ, ὑπὸ τῆς σῆς εὐθυνθῆναι σοφίας ἀντιβολῶ, καὶ πρὸς τὴν αἰώνιον ὁδηγηθῆναι πορείαν. Ταῦτα ἐῤῥέθη μὲν ὑπὸ τοῦ μακαρίου Δαβὶδ, προεῤῥέθη δὲ εἰς Ἰωσίαν τὸν εὐσεβῆ, πρόκειται δὲ πᾶσι τοῖς βουλομένοις ἀφορμὴ σωτηρίας. ΕΡΜΗΝ. ΤΟΥ ΡΛΘʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, Ψαλμὸς τῷ Δαβίδ.» Διωκόμενος ὑπὸ τοῦ Σαοὺλ ὁ μακάριος Δαβὶδ, εἰς ἐπικουρίαν καλεῖ τὸν τῶν ὅλων Θεόν.