Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1944
Not analysed yet
βʹ. «Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με.» Ἄδικος ὁ Σαοὺλ, καὶ περὶ τὸν εὐεργέτην ἀχάριστος. Οὐ γὰρ μόνον οὐδὲν ἠδικηκότα τὸν θεῖον Δαβὶδ, ἀλλὰ καὶ πολλῶν αὐτῷ γενόμενον πρόξενον ἀγαθῶν, ἐσπούδαζεν ἀνελεῖν. γʹ. «Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους.» Οὐ γὰρ μόνον πονηροῖς ἐχρήσατο λογισμοῖς, ἀλλὰ καὶ τὰ ἔργα προσέθηκε τοῖς λογισμοῖς. Τὸ δὲ, ὅλην τὴν ἡμέραν, ὁ Σύμμαχος, κατὰ πᾶσαν ἡμέραν, ἡρμήνευσεν δʹ. «Ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄφεως· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν.» Δόλῳ γὰρ χρησάμενος πολλάκις ἀνελεῖν αὐτὸν ἐπεχείρησε· καὶ πολλάκις ὀμωμοκὼς, καὶ φιλικοῖς χρησάμενος λόγοις, παρέβη τοὺς ὅρκους. Τὴν ὕπουλον τοίνυν γνώμην, καὶ τὸν κεκρυμμένον δόλον, εἰκότως ἀπείκασε τῷ τῶν ἑρπυστικῶν θηρίων ἰῷ. εʹ. «Φύλαξόν με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με.» Δικαίῳ πρέπουσα ἡ εὐχή. Οὐ γὰρ τοῖς ἐχθροῖς ὄλεθρον, ἀλλ' ἑαυτῷ σωτηρίαν αἰτεῖ. «Οἵτινες διελογίσαντο τοῦ ὑποσκελίσαι τὰ διαβήματά μου.» Ἐξελαυνόμενος ὑπὸ τοῦ Σαοὺλ ὁ μακάριος Δαβὶδ πρὸς τοὺς Ἀλλοφύλους κατέφυγε· δυσσεβεῖς δὲ ἐκεῖνοι, καὶ πάσης παρανομίας ἐργάται. Καὶ διὰ τοῦτο τοιγαροῦν ἀξιάγαστος, ὡς πανταχοῦ φύλαξ τῆς εὐσεβείας γενόμενος, καὶ δουλεῦσαι ταῖς ἀνάγκαις οὐκ ἀνεχόμενος. Ἀλλ' ὁ μὲν, φησὶν, οὗτος ὁ ἐξελαύνων με, μικροῦ δεῖν ὑπεσκέλισέ μου τῆς εὐσεβείας τὰ διαβήματα. ϛʹ. «Ἔκρυψαν ὑπερήφανοι παγίδα μοι, καὶ σχοινίοις διέτειναν παγίδα τοῖς ποσί μου, ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι.» Ὑπερήφανον αὐτὸν καλεῖ τὸν Σαούλ. «Παγίδα δὲ, καὶ σχοινία, καὶ σκάνδαλα, τὰς διαφόρους ἐπιβουλὰς, τοὺς λόχους, τὰς ἐνέδρας. Εἴρηκε δὲ ταῦτα τροπικῶς, ἐκ μεταφορᾶς τῶν θηρευόντων καὶ ἁρπεδόνας, καὶ ποδάγρας, καὶ δίκτυα διατεινόντων. ζʹ. «Εἶπα τῷ Κυρίῳ· Θεός μου εἶ σύ.» Ἐγὼ δὲ, τῶν ἀνθρωπίνων ἁπάντων καταφρονήσας ἐμαυτόν σοι ἀνέθηκα, καὶ σὲ οἶδα Κύριον καὶ Θεὸν, καὶ τὴν παρὰ σοῦ προσμένω βοήθειαν. «Ἐνώτισαι, Κύριε, τὴν φωνὴν τῆς δεήσεώς μου. [ηʹ.] Κύριε, Κύριε, δύναμις τῆς σωτηρίας μου.» Πιστεύοντος καὶ ποθοῦντος ὁ διπλασιασμός. Ἐν σοὶ, φησὶν, ἔχω τὴν τῆς σωτηρίας ἐλπίδα· σὺ γὰρ μόνος παρέχειν τὴν σωτηρίαν ἰσχύεις. «Ἐπεσκίασας ἐπὶ τὴν κεφαλήν μου ἐν ἡμέρᾳ πολέμου.» Καὶ τοῦτο τῇ πείρᾳ μεμάθηκα. Καὶ γὰρ ἡνίκα τὴν πρὸς τὸν Γολιὰθ ἀνεδεξάμην μονομαχίαν, καὶ ὅτε τοῖς Ἀλλοφύλοις παρεταξάμην, καθάπερ ἀσπίδι με τῇ σῇ ῥοπῇ περιέφραξας.