Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1945
Not analysed yet
θʹ. «Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ.» Ὁ δὲ Σύμμαχος οὕτως· Μὴ δῷς, Κύριε, τὰς ἐπιθυμίας τοῦ παρανόμου. Ὁμοίως δὲ καὶ ὁ Θεοδοτίων, καὶ ὁ Ἀκύλας. Τῆς ἐμῆς, φησὶν, ἐφιεμένῳ σφαγῆς μὴ δῷς τὴν τῆς ἐπιθυμίας ἀπόλαυσιν. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα οὕτω νοητέον, Μὴ δι' ἐμοῦ ἀπολαύσαι ὧν γλίχεται. Ἐγὼ μὲν γὰρ ἐπιθυμῶ σωθῆναι· ἐκεῖνος δὲ ἐπιθυμεῖ ἀνελεῖν με. Μὴ τοίνυν τὴν ἐμὴν ἐπιθυμίαν ἐκείνῳ παράσχῃς. «Διελογίσαντο κατ' ἐμοῦ· μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν.» Πάντα λογισμὸν κινοῦσι κατὰ τῆς ἐμῆς σφαγῆς· μὴ τοίνυν με τῆς σῆς γυμνώσῃς προνοίας, ἵνα μὴ πρόφασιν αὐτοῖς ἀλαζονείας παράσχῃς. ιʹ. Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν, κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.» Ἐντεῦθεν προλέγει τὰ ἐσόμενα αὐτοῖς κακά. Τοῦτο δὲ σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν· Ὁ πικρασμὸς τῶν κυκλούντων με, ὁ μόχθος τῶν χειλέων αὐτῶν πωμασάτω αὐτούς. Ταῖς οἰκείαις, φησὶν, ἐπιβουλαῖς περιπέσοιεν, καὶ ἃ κατ' ἐμοῦ τεκταίνουσιν ὑπομείναιεν, καὶ ἡ κατ' ἐμοῦ τυρευομένη πικρία τοὺς ταύτῃ χρωμένους παντελῶς συγκαλύψαι. Τοῦτο ἔοικε τῷ ἐν τῷ ἑβδόμῳ εἰρημένῳ ψαλμῷ· «Λάκκον ὤρυξε καὶ ἔσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο.» ιαʹ. «Πεσοῦνται ἐπὶ αὐτοὺς ἄνθρακες, καὶ ἐν πυρὶ καταβαλεῖς αὐτούς.» Οἷον γάρ τινι πυρὶ τῇ ὀργῇ καταναλώσεις αὐτούς. «Ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑποστῶσιν.» Περιπεσοῦνται συμφοραῖς, καὶ οὐ περιέσονται τούτων. Ταῦτα δὲ συνέβη τῷ Σαοὺλ ἐν τῷ κατὰ τοὺς Ἀλλοφύλους πολέμῳ. Ἐκεῖ γὰρ σφαγεὶς ἐδέξατο τοῦ βίου τὸ πέρας. ιβʹ. «Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς.» Τοὺς διαβάλλοντας αὐτὸν συνεχῶς παρὰ τῷ Σαοὺλ διὰ τούτων αἰνίττεται, τὸν Δωὴκ, τοὺς Ζιφαίους, τοὺς ἄλλους, οἳ πολλαῖς συκοφαντίαις ἐκέχρηντο. Καὶ διδάσκει ὡς διαμαρτάνουσι τοῦ σκοποῦ οἱ πλούτου χάριν καὶ δυναστείας τῇ ψευδολογίᾳ χρώμενοι, καὶ οὐ τυγχάνουσιν ὧν ἐφίενται. «Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.» Ταῦτα γὰρ καὶ ὁ Σαοὺλ ὑπέμεινεν· ἥλω γὰρ ἐν τῷ πολέμῳ, καὶ ἐδέξατο τὴν θανατηφόρον πληγήν. ιγʹ. «Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην τῶν πενήτων.» Μεμάθηκα, φησὶ, τῆς θείας ψήφου τὸ δίκαιον, καὶ οἶδα ὅτι τοὺς πάσης ἀνθρωπείας βοηθείας ἐρήμους οὐκ ἐάσει προχείρους τοῖς πολεμοῦσιν εἰς βλάβην, ἀλλὰ πράξεται δίκας τοὺς ἀδίκους ἀξίας. ιδʹ. «Πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί