Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1948
Not analysed yet
σου, καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.» Τούτου δὴ χάριν ὁ τῶν δικαίων ἀνυμνεῖ σε χορὸς, ταύτης παρὰ σοῦ τῆς κηδεμονίας τυγχάνων. Καὶ τὴν σὴν ἀγαπῶσι προεδρείαν, ἀεί σε φανταζόμενοι, καὶ τὸ σὸν ὁρᾷν ὑπολαμβάνοντες πρόσωπον. Τοιοῦτόν ἐστι τὸ ἐν τῷ πέμπτῳ καὶ δεκάτῳ εἰρημένον ψαλμῷ, «Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.» ΕΡΜΗΝ. ΤΟΥ ΡΜʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβίδ.» Καὶ οὗτος ὁ ψαλμὸς τὴν αὐτὴν ἔχει τῷ προτεταγμένῳ διάνοιαν· διωκόμενος γὰρ ὑπὸ τοῦ Σαοὺλ ἀντιβολεῖ τὸν Θεόν. «Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου.» Κραυγὴν γὰρ καλεῖ τὴν τῆς ψυχῆς προθυμίαν. Οὕτω γὰρ καὶ Μωσοῦ σιγῶντος ὁ Θεὸς ἔφη, «Τί βοᾷς πρός με;» —»Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.» Εὐμενῶς, φησὶ, Δέσποτα, δέξαι τὴν ἐμὴν ἱκετείαν. βʹ. «Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου· ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Τῇ προσευχῇ συνέζευξε τὴν πρᾶξιν τῆς ἀρετῆς. Ἡ γὰρ ἔπαρσις τῶν χειρῶν ταύτην παραδηλοῖ· τὴν ἐργασίαν γὰρ αἱ χεῖρες ἐνεχειρίσθησαν. Ἱκετεύει δὲ τῷ τοῦ θυμιάματος ἀτμῷ παραπλησίως ἀναπεμφθῆναι τὴν προσευχὴν, καὶ τὴν ἐκείνου εὐοσμίαν μιμήσασθαι. Ὡσαύτως δὲ καὶ τῶν χειρῶν τὴν ἔκτασιν ἑσπερινῇ θυσίᾳ φανῆναι παραπλησίαν. Ἑσπερινῆς μέντοι, καὶ οὐχ ἑωθινῆς ἐμνημόνευσεν, ἐπειδὴ ἐν συμφοραῖς ἦν καὶ λύπαις· σκότῳ δὲ ἔοικεν ἡ συμφορὰ καὶ νυκτί. γʹ. «Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.» Δύο μὲν ὁ Δημιουργὸς ἔδωκε τῇ γλώττῃ τείχεα, τὸ τῶν ὀδόντων, καὶ τὸ τῶν χειλέων, τὰς ἀλόγους αὐτῆς ὑπέχων ὁρμάς. Ἀλλ' ὅμως ὁ Προφήτης καὶ ἑτέρας ἀπολαῦσαι παρακαλεῖ φυλακῆς, δεδιὼς μή τι φθέγξηται σχετλιάζων οὐκ εὐπρεπές. Ὅτι γὰρ οὐδ' ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἰπεῖν τι βλάσφημον ἠνέσχετο πώποτε, μαρτυρεῖ ἡ ἱστορία. Ἀλλὰ γὰρ ἀναιρεῖν αὐτὸν πειραθέντων, αὐτὸς Χριστὸν ὠνόμασε Κυρίου. Καὶ πρὸς αὐτὸν διαλεγόμενος, δοῦλον ἑαυτὸν ἀποκαλεῖ, καὶ τὸν μηνύσαντα τὴν σφαγὴν αὐτοῦ, ταύτην πεποιηκέναι νεανιευσάμενον, ἀνεῖλεν, εἰρηκώς· «Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι σὲ εἶπας ἀνῃρηκέναι τὸν Χριστὸν Κυρίου.» δʹ. «Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας, τοῦ προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις.» Οὐ μόνον γλῶτταν φρουρηθῆναι παρα-