Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1949
Not analysed yet
καλεῖ, ἀλλὰ καὶ αὐτὰ τῆς διανοίας κινήματα, ἵνα μηδὲ ἐν ἐκείνοις ἕτερός τις παρὰ τοὺς θείους νόμους εὑρεθῇ λογισμός. Ἀντὶ τοῦ, «Προφασίζεσθαι προφάσεις ἐν ἁμαρτίαις,» ὁ Σύμμαχος εἴρηκεν, ἐννοίας παρανόμους. Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ οὕτω νοητέον· Ἠδύνατο λογίσασθαι ὁ μακάριος Δαβὶδ, ὅτι Ἐχθρὸς καὶ πολέμιος ὁ Σαοὺλ, καὶ τῆς σφαγῆς ἐφιέμενος τῆς ἐμῆς· οὐκ ἄδικον τοίνυν ἀνελεῖν τὸν τοιοῦτον, τοῦ νόμου διαγορεύοντος, «Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου.» Ἀλλὰ τὴν εὐαγγελικὴν προθεωρῶν πολιτείαν, κατ' ἐκείνην ἤθελε βιοῦν· καὶ εὔχεται μηδεμίαν πρόφασιν εἰς ἁμαρτίαν λαβεῖν. «Σὺν ἀνθρώποις ἐργαζομένοις τὴν ἀνομίαν, καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.» Ταῦτα γὰρ, φησὶ, δρῶσιν οἱ τῆς παρανομίας ἐργάται· ἐμοὶ δὲ μὴ εἴη τις πρὸς αὐτοὺς κοινωνία, κἂν τὴν ἄκραν ἔχωσιν εὐκληρίαν. Ἐκλεκτοὺς γὰρ ἐνταῦθα τῶν πονηρῶν τοὺς εὐημεροῦντας καλεῖ. εʹ. «Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με· ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου.» Αἱρετώτερά μοι, φησὶ, τὰ παρὰ τῶν δικαίων παιδείας χάριν γινόμενα καὶ ὠφελείας λυπηρὰ, τῶν παρὰ τῶν ἁμαρτωλῶν προσφερομένων ἡδέων, κἂν δίκην ἐλαίου λαμπρύναντος κεφαλὴν, θυμηρεστέραν μοι ταῦτα παρέχει ζωήν. Αἱροῦμαι γὰρ παρὰ τῶν δικαίων παιδεύεσθαι, ἢ παρὰ τῶν ἁμαρτωλῶν θεραπεύεσθαι. «Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν.» Ὁ δὲ Σύμμαχος οὕτως· Ἔτι δὲ καὶ ἡ προσευχή μου ἐντὸς τῶν κακιῶν αὐτῶν. Τοσοῦτον γὰρ ἀπέχω τοῦ τὴν ἐκείνων εὐημερίαν ζηλῶσαι, ὅτι καὶ αὐτοὺς εὔχομαι μεταβληθῆναι, ἵνα μεταβληθείσης τῆς εὐπραξίας λάβωσι κακίας μεταβολήν. ϛʹ. «Κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν.» Οὐκ εἰς μακρὰν, φησὶ, φροῦδοι γενήσονται, καὶ οἱ τῆς ἄκρας δυναστείας ἐπειλημμένοι, πέτραις ὑφάλοις ὑπὸ ὑδάτων καλυπτομέναις ὑποβρύχιοι παραπλησίως ἔσονται, ἀντὶ τοῦ, λήθῃ παραδοθήσονται. «Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἡδύνθησαν.» Τῇ πείρᾳ δὲ μαθόντες τῶν ἐμῶν ῥημάτων τὸ ἀληθὲς, καὶ τῆς τούτων ἡδονῆς καὶ ὠφελείας αἰσθήσονται. ζʹ. «Ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς, διεσκορπίσθη τὰ ὀστᾶ αὐτῶν παρὰ τὸν ᾅδην.» Πάχος γῆς τὸ συνεχὲς τῆς γῆς καλεῖ, ὃ τῷ ἀρότρῳ τεμνόμενον εἰς βώλους διαιρεῖται. Τούτοις, φησὶ, τοῖς βώλοις παραπλησίως οἱ νῦν ἑστῶτες διαλυθήσονται τῷ θανάτῳ, καὶ ἐν τοῖς τάφοις τὰ τούτων