Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1952
Not analysed yet
ὀστᾶ σκεδασθήσονται. Παρὰ τὸν ᾅδην γὰρ τοὺς τάφους ἐκάλεσεν. ηʹ. «Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου, ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.» Ἐγὼ δὲ οὐδενὶ τῶν ἀνθρωπίνων θαῤῥῶ, ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν, καὶ παρακαλῶ ταύτης τὴν ἐμὴν μὴ γυμνωθῆναι ψυχήν. θʹ. «Φύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι, καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.» Τῶν παγίδων τούτων καὶ τῶν σκανδάλων ἐμνημόνευσε καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ. Παγίδας δὲ καὶ σκάνδαλα τὰς ἐπιβουλὰς καλεῖ, ὧν ἀπαλλαγῆναι παρακαλεῖ. ιʹ. «Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτοῦ οἱ ἁμαρτωλοί.» Τουτέστι, τοῦ Θεοῦ. Οἱ γὰρ τοῖς ἄλλοις τὰς παγίδας πηγνύντες, καθάπερ τινὶ δικτύῳ, τῇ θείᾳ συλληφθήσονται τιμωρίᾳ, καὶ ἅπερ δρῶσιν ὑπομενοῦσιν, καὶ πείσονται ἃ τοῖς ἄλλοις ἐπάγουσιν. «Καταμόνας εἰμὶ ἐγὼ, ἕως οὗ παρέλθω.» Ἐγὼ δὲ τούτων κεχωρισμένος διατελέσω, ἕως ἂν δέξωμαι τοῦ βίου τὸ πέρας. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΑʹ ΨΑΛΜΟΥ. αʹ. «Συνέσεως τῷ Δαβὶδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ προσευχόμενον.» Δήλη τοῦ ψαλμοῦ ἡ ὑπόθεσις. Διωκόμενος γὰρ ὁ θεῖος Δαβὶδ ὑπὸ τοῦ Σαοὺλ, καταφεύγει μὲν ὑπὸ τὸ σπήλαιον, καὶ ἐν τοῖς ἐνδοτάτοις τούτου κατακρύπτεται χωρίοις. Εἶτα θεασάμενος τὸν Σαοὺλ ἐκεῖ καταχθέντα, τὴν μὲν δειλίαν τῆς διανοίας ἐξήλασε· τὴν δὲ θείαν ἐπικουρίαν ἐκάλεσε, καὶ ταύτης τετύχηκε. βʹ. «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς Κύριον ἐδεήθην.» Καὶ ἐντεῦθεν δῆλον, ὡς κραυγὴν τὴν τῆς διανοίας προθυμίαν καλεῖ. Πῶς γὰρ ἂν ἐκέκραξε φωνῇ χρησάμενος ὁ κρυπτόμενος, καὶ λαθεῖν προθυμούμενος; Λέγει τοίνυν, ὅτι Μετὰ πάσης προθυμίας ἱκέτευσα τὸν Θεόν. γʹ. «Ἐγχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου, τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἐπαγγελῶ.» Καὶ τὴν συμφορὰν, φησὶν, αὐτῷ πεποίηκα δήλην, καὶ τὴν ὑπὲρ ταύτης ἱκετείαν ἐπιμελῶς προσενήνοχα· τὸ πολὺ δὲ τῆς δεήσεως διὰ τοῦ ἐκχεῶ παρεδήλωσεν. δʹ. «Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου.» Ταῦτα δὲ ἔδρων τὴν ὑπερβολὴν θεώμενος τῶν κακῶν· παρ' αὐτὸν γὰρ ἐσκηνούμην τὸν θάνατον. «Καὶ σὺ ἔγνως τὰς τρίβους μου.» Πάντα δῆλά σοι τὰ ἐμὰ, καὶ οὐδὲν τῶν ἐμῶν πράξεων τὸν σὸν ἔλαθεν ὀφθαλμόν. «Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.» Καὶ οἱ θηρεύοντες τῶν θηρίων τὰς ὁδοὺς ἀνιχνεύουσι, καὶ ἐν ἐκείναις ἱστᾶσι τὰ θήρατρα. Τούτους μιμούμενος ὁ Σαοὺλ, περιεργαζόμενος τὰ κατὰ τὸν Δαβὶδ διετέλει, καὶ ἔνθα διάγειν αὐτὸν ἐμάνθανεν, ἐκεῖ ταῖς ἐνέδραις ἐκέχρητο. Τοῦτο καὶ