Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1953
Not analysed yet
ὁ διάβολος δρᾷ· καὶ τῷ μὲν ὁδεύοντι τὴν τῆς σωφροσύνης ὁδὸν, τίθησι τῆς φιληδονίας τὴν πάγην· τῷ δὲ ἐλεημοσύνῃ χαίροντι, τῆς κενοδοξίας τὸ δίκτυον· τῷ ἀφιλοχρημάτῳ, τῆς πλεονεξίας τὰς ἀφορμάς· τῇ παρθενίᾳ τὴν ἀλαζονείαν, καὶ ἁπαξαπλῶς ἑκάστῳ βίῳ τὸν εὐθήρατον λόχον. εʹ. «Κατενόουν εἰς τὰ δεξιὰ, καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με.» Οὐδένα, φησὶν, οὐδαμόθεν ἑώρων ἐπίκουρον. Δεξιὰ γὰρ τὸ πρᾶγμα τῶν εὐνουστέρων ἐκάλεσεν. «Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου.» Ἀφύκτοις ἕρκεσι περιέπεσα, καὶ πόρον οὐχ εὑρίσκω φυγῆς, οὐδὲ τὸν ἐπαμυνόμενον. ϛʹ. «Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα· Σὺ εἶ ἡ ἐλπίς μου.» Σὲ τοίνυν ἱκετεύω, οὗ τὰς ἐμὰς ἐλπίδας ἐξήρτησα. «Μερίς μου εἶ ἐν γῇ ζώντων. [ζʹ.] Πρόσχες πρὸς τὴν δέησίν μου, ὅτι ἐταπεινώθην σφόδρα.» Πολλάκις ὁ θεῖος Δαβὶδ μερίδα οἰκείαν ἐκάλεσε τὸν Θεόν· καὶ νῦν δὲ ὡσαύτως τοῦτο πεποίηκεν. Οὐδεμίαν γὰρ, φησὶν, ἄλλην ἔχω βοήθειαν, ἀλλὰ σὲ μόνον ἐπίκουρον, καὶ διὰ σοῦ τυχεῖν ἀντιβολῶ τῆς ζωῆς. Ταπείνωσιν δὲ τὰς συμφορὰς ἐνταῦθα καλεῖ. Τοῦτο γὰρ καὶ ὁ Σύμμαχος παρεδήλωσεν, Ἀκρόασαι τὰς λαλιάς μου, ὅτι ἠτόνησα σφόδρα. «Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.» Ἰσχυρότεροί μοι γεγένηνται οἱ πολέμιοι· διὰ δὲ τῆς σῆς ῥοπῆς τὰς τούτων διαφεύξομαι χεῖρας. ηʹ. «Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου.» Ὁ δὲ Ἀκύλας οὕτως, Ἐξάγαγε ἐξ ἀποκλεισμοῦ τὴν ψυχήν μου. Ὡς ἐν εἱρκτῇ γάρ τινι καὶ δεσμωτηρίῳ κατείχετο, τῶν πολεμίων τῇ θύρᾳ τοῦ σπηλαίου προσκαθημένων. Ὑπισχνεῖται δὲ τῆς σωτηρίας τυχὼν ὕμνοις τὰς εὐεργεσίας ἀμείβεσθαι. «Ἐμὲ ὑπομενοῦσι δίκαιοι, ἕως οὗ ἀνταποδῷς μοι.» Ὁ δὲ Σύμμαχος οὕτως, Τὸ ὄνομά σου στεφανώσονται δίκαιοι, ὅταν εὐεργετήσῃς με· τὴν γὰρ εἰς ἐμὲ γεγενημένην εὐεργεσίαν ἐνέχυρον τῆς εἰς αὐτοὺς λήψονται σωτηρίας, καί σε τὸν δίκαιον κριτὴν ἀνυμνήσουσιν. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΒʹ ΨΑΛΜΟΥ. αʹ. «Τῷ Δαβὶδ ψαλμὸς, ὁπότε κατεδίωκεν αὐτὸν Ἀβεσαλὼμ ὁ υἱὸς αὐτοῦ.» Ἐν ἐνίοις ἀντιγράφοις εὗρον, «Ὅτε αὐτὸν ἐδίωκεν Ἀβεσαλὼμ ὁ υἱὸς αὐτοῦ.» Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς ταύτην εὕρηκα τὴν προσθήκην. Ἔχεται δὲ ὅμως τῆς ἀληθείας. Αὐτὴν γὰρ ἔχει τὴν ὑπόθεσιν ὁ ψαλμός. «Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀλη-