Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1956
Not analysed yet
θείᾳ σου· εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Δίκας μὲν τίνων ὁ θεῖος Δαβὶδ ὧν ἐπλημμέλησεν, ἐκείνοις περιέπεσε τοῖς κακοῖς· ἄδικος δὲ ὅμως, καὶ παράνομος, καὶ δυσσεβὴς, καὶ πατραλοίας ὁ Ἀβεσαλὼμ, τῆς τοῦ γεγεννηκότος ἐπιθυμήσας σφαγῆς. Διά τοι τοῦτο τὸν Θεὸν ὁ μακάριος ἱκετεύει Δαβὶδ ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ τῆς προσευχῆς εἰσακοῦσαι· βʹ. «Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.» Ἐν ἀληθείᾳ, φησὶ, καὶ δικαιοσύνῃ τοῖς ἐμοῖς σε, φησὶν, ἱκέτευσα λόγοις, οὐ τῇ ἐμαυτοῦ δικαιοσύνῃ θαῤῥῶν, ἀλλὰ τὴν τῶν πολεμίων παρανομίαν εἰδώς. Οἶδα γὰρ ὡς ἀδύνατον ἀθῶόν τινα τὸ σὸν δικαστήριον ἐκφυγεῖν. Εἰ γὰρ τὸν κανόνα τῶν ὑπὸ σοῦ τεθέντων νόμων τῷ τῶν ἀνθρώπων παραθείης βίῳ, οὐδεὶς ὀφθήσεται κατὰ τοῦτον βεβιωκώς· εἰ δὲ καὶ τὰς σὰς εὐεργεσίας εἰς μέσον ἀγάγοις, καὶ ὅσα τοῖς ἀνθρώποις ἐχορήγησας ἀγαθὰ, ποία πάλιν ἀνθρωπίνη δικαιοσύνη ταῖς σαῖς ἐξισωθήσεται δωρεαῖς; γʹ. «Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.» Ἱκετεύω τοίνυν τῆς σῆς ἀληθείας καὶ δικαιοσύνης τυχεῖν, οὐκ ἐμοῦ καὶ σοῦ κρινομένων, ἀλλ' ἐμοῦ καὶ τῶν πολεμίων δικαζομένων. Ἐκβέβλημαι γὰρ ὑπ' ἐκείνων τῆς βασιλείας, ἐλήλαμαι τῆς πατρίδος. Ταύτην αὐτοῦ τὴν ταπείνωσιν καὶ ἡ ἱστορία διδάσκει. Ἀνυπόδητος γὰρ, καὶ συγκεκαλυμμένος, καὶ δακρύων ἐβάδιζεν. «Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος.» Οὐδὲν γὰρ διαφέρω νεκροῦ ἐν σκότει καθειργμένου, ἐληλαμένος καὶ ἐν ἐρήμοις χωρίοις διάγειν ἠναγκασμένος. δʹ. «Καὶ ἠκηδίασεν ἐπ' ἐμὲ τὸ πνεῦμά μου.» Τούτου χάριν ἀθυμίας πολλῆς καὶ ἀχθηδόνος ἐμπέπλησμαι. Πνεῦμα γὰρ ἐνταῦθα τὴν ψυχὴν καλεῖ. «Ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.» Πάντες, φησὶν, οἱ λογισμοί μου ταραχῆς καὶ ζάλης ἐπλήσθησαν. εʹ. «Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.» Ἔλαβον, φησὶν, εἰς διάνοιαν, ὅσων τοὺς ἡμετέρους προγόνους ἠλευθέρωσας συμφορῶν, καὶ εὐχειρώτους γενέσθαι τοῖς πολεμίοις οὐκ εἴασας· καὶ ἀνεμνήσθην τῶν κατὰ τὸν Ἀβραὰμ, τῶν κατὰ τὸν Ἰσαὰκ, τῶν κατὰ τὸν Ἰακὼβ, τῶν κατὰ τὸν Ἰωσὴφ, τῶν κατὰ τὸν Μωσέα· καὶ ψυχαγωγίαν ἐντεῦθεν ἔλαβον. ϛʹ. «Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου.» Ἀντὶ τοῦ, Σὺν πάσῃ προθυμίᾳ τὴν ἱκετείαν ἐποιησάμην. «Ἡ ψυχή μου, ὡς γῆ ἄνυδρός σοι.» Οὕτω δέ σου διψῶ τὴν βοήθειαν, καθάπερ ἡ ἄνυδρος γῆ προσμένει τὸν ὑετόν. ζʹ. «Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου.» Τὴν ὑπερβολὴν ἀθυμίας διὰ τούτων ἐδήλωσε· τῶν γὰρ λίαν ἀσχαλλόντων ἴδιον τόδε τὸ πάθος. «Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ'