Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1957
Not analysed yet
ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.» Εἰ γὰρ βδελύξαιό μου τὴν ἱκετείαν διὰ τὴν ἁμαρτίαν, παραυτίκα τῷ θανάτῳ παραδοθήσομαι. Τὸν γὰρ θάνατον λάκκον ἐκάλεσε τροπικῶς. Καθάπερ γὰρ τὸν καθειργμένον ἐν λάκκῳ οὐκ ἔστι δίχα τῶν ἐπικουρούντων διαφυγεῖν, οὕτως ἀναβιῶναι τὸν τεθνηκότα τῶν ἀδυνάτων, μὴ βουλομένου Θεοῦ. ηʹ. «Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα.» Τὴν σήν μοι φιλανθρωπίαν, φησὶ, μήνυσον, καὶ τῆς ἐλπίδος μὴ διαμάρτοιμι. Πρωῒ γὰρ ἐνταῦθα τὸ ταχέως ἐκάλεσε. «Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου.» Γενοῦ μοι, φησὶ, ποδηγὸς, καὶ τὴν εὐθεῖαν πορείαν ὑπόδειξον. Πάντων γὰρ τῶν ἀνθρωπίνων τὴν ἐμὴν ἀποστήσας ψυχὴν, σοὶ ταύτην προσήγαγον, Δέσποτα. θʹ. «Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον.» Φεύγων τοὺς πολεμίους σὲ καταφυγῆς τόπον ἔχω, καὶ τῆς ἐκείνων ἐπιβουλῆς ἀπαλλαγῆναι παρακαλῶ. ιʹ. «Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.» Ἱκετεύω δὲ καὶ τοῦτο, μὴ μόνον εἰδέναι τί θέλεις, ἀλλὰ καὶ πράττειν ἃ θέλεις· ἐπειδὴ σὲ Θεὸν ἐμαυτοῦ καὶ Δεσπότην ἐπίσταμαι. «Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ.» Καὶ ἐντεῦθεν τὴν ἀξίαν τοῦ πνεύματος ἐδιδάχθημεν. Ὥσπερ γὰρ ὁ Θεὸς ἀγαθὸς, οὕτω καὶ τὸ Πνεῦμα ὠνόμασται ἀγαθόν· καὶ καθάπερ τὸν Θεὸν ὁδηγῆσαι αὐτὸν ἱκέτευσεν, οὕτω καὶ τῆς τοῦ Πνεύματος ὁδηγίας ἀπολαῦσαι παρακαλεῖ, ὡς μηδὲν αὐτῷ φανῆναι πρόσαντες, μηδὲ δυσχερὲς, ἀλλ' εὐθεῖαν τὴν ὁδὸν ὁδεύειν, καὶ λείαν, καὶ πλάνης ἀπηλλαγμένην. ιαʹ. «Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με.» Σύ με προεβάλου βασιλέα· τῆς σῆς δὲ ψήφου καὶ χειροτονίας ἀπήλαυσα, καὶ δέδια μὴ παροφθεὶς ὑπὸ σοῦ βλασφημίας πρόξενος τῷ σῷ ὀνόματι γένωμαι. Μὴ εἰς τὴν ἐμὴν τοίνυν ἀποβλέψῃς ἀξίαν, ἀλλὰ διὰ τὴν τοῦ σοῦ ὀνόματος εὐφημίαν μετάδος μοι τῆς σωτηρίας. «Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου.» Ἐμοὶ γὰρ καὶ τοῖς πολεμίοις δικάσας, δικαίως τῶν ὑπ' ἐκείνων ἐπαγομένων ἀπαλλάξεις με συμφορῶν. ιβʹ. «Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.» Τοῦτο καὶ ἐν τῷ ρλεʹ ἔφη ψαλμῷ, «Τῷ πατάξαντι Αἴγυπτον σὺν τοῖς πρωτοτόκοις αὐτοῦ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ» Καὶ ἐνταῦθα ἔφη, «Ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου.» Ὁ γὰρ περὶ τὸν ἀδικούμενον ἔλεος ἐπάγει τῷ ἀδικοῦντι τὸν ὄλεθρον. Οὕτω καὶ γεωργὸς ἄριστος προῤῥίζους μὲν τὰς ἀκάνθας ἐκτέμνει, ἄρδει δὲ καὶ γεωργεῖ τὰ φυτά.