Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1960
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ ΡΜΓʹ ΨΑΛΜΟΥ. αʹ. Τῷ Δαβίδ. Ἐν ἐνίοις τῶν ἀντιγράφων τῇ ἐπιγραφῇ προσκείμενον εὗρον, «Πρὸς τὸν Γολιάθ.» Οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς, οὔτε μὴν παρὰ τοῖς Ἑβδομήκοντα εὗρον ἐν τῷ Ἑξαπλῷ. Ἔχει δὲ ὑπόθεσιν ταύτην· Τῶν ἐπαναστάντων Ἰουδαίοις ἐθνῶν, μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, πολλοὶ τῶν προφητῶν ἐμνημόνευσαν· πλατύτερον δὲ τῶν ἄλλων ὁ θεῖος Ἰεζεκιήλ. Λέγει δὲ καὶ ταῦτα μεθ' ἑτέρων πολλῶν· «Ἀφ' ἡμερῶν πλειόνων ἑτοιμασθήσῃ, καὶ ἥξεις εἰς γῆν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας, ἠθροισμένην ἀπὸ λαῶν πολλῶν, ἐπὶ γῆν Ἱερουσαλὴμ, ἣ ἐγένετο ἔρημος δι' ὅλου. Καὶ αὐτοὶ ἐξ ἐθνῶν ἐξεληλύθασι, καὶ κατοικήσουσιν ἐπὶ εἰρήνης πάντες αὐτοί. Καὶ ἀναβήσῃ ὡς ὑετὸς, καὶ ἥξεις ὡς καταιγὶς, καὶ ὡς νεφέλη, καλύψαι τὴν γῆν, καὶ πέσῃ σὺ, καὶ πάντες οἱ περὶ σὲ, καὶ ἔθνη πολλὰ μετὰ σοῦ.» Εἶτα μετὰ πολλὰ διδάσκει καὶ τοῦ θανάτου τὸν τρόπον. «Καὶ συγκαλέσω ἐπ' αὐτὸν φόβον μαχαίρας εἰς πάντα τὰ ὄρη μου, λέγει Ἀδωναῒ Κύριος. Μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτοῦ ἔσται, καὶ κρινῶ αὐτὸν ἐν θανάτῳ, καὶ ἐν αἵματι, καὶ ὑετῷ κατακλύζοντι, καὶ λίθοις χαλάζης. Καὶ πῦρ καὶ θεῖον βρέξω ἐπὶ αὐτοὺς, καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτοῦ, καὶ ἐπὶ ἔθνη πολλὰ τὰ μετ' αὐτοῦ.» Ἔξεστι δὲ τῷ βουλομένῳ ταῦτα μαθεῖν ἀκριβέστερον ἐντυγχάνοντι τῇ προφητείᾳ. Ταῦτα καὶ οὗτος ὁ ψαλμὸς προθεσπίζει· «Κλῖνον γὰρ οὐρανοὺς, Κύριε, καὶ κατάβηθι· ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται· ἄστραψον ἀστραπήν σου, καὶ σκορπιεῖς αὐτούς· ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς.» Σαφέστερον δὲ ταῦτα ἡ κατὰ μέρος ἑρμηνεία διδάξει. «Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον.» Ἄρτι γὰρ ἀπὸ Βαβυλῶνος ἐπανελθόντες, καὶ ὅπλων καὶ περιβόλων ἐστερημένοι, διὰ τῆς θείας ῥοπῆς τῶν ἐπανελθόντων περιεγένοντο δυσμενῶν. Ἁρμόττει δὲ καὶ ἡμῖν τὰ εἰρημένα. Τῆς γὰρ τοῦ διαβόλου τυραννίδος ἀπαλλαγέντες, ὑπὸ τοῦ Θεοῦ πολεμεῖν ἐδιδάχθημεν· τὰς χεῖρας μὲν, ἐργαζόμενοι δικαιοσύνην· διὰ δὲ τῶν δακτύλων, τοῖς μετώποις ἐπιτιθέντες τοῦ σταυροῦ τὴν σφραγῖδα. βʹ. «Ἔλεός μου, καὶ καταφυγή μου, ὑπερασπιστής μου ἀντιλήπτωρ μου καὶ ῥύστης μου, καὶ ἐπ' αὐτοῦ ἤλπισα.» Ἀπὸ τῶν πραγμάτων τὰς προσηγορίας ἐποιήσατο. Σὺ γὰρ, φησὶν, «ἔλεός μου·» παρὰ σοῦ γὰρ ἐδεξάμην τὰς τοῦ ἐλέους πηγάς. Σὺ «καταφυγή μου·» πρὸς σὲ γὰρ καταφυγὼν διεσώθην. Σὺ «ἀντιλήπτωρ μου·» τῆς γὰρ σῆς ἀπολαύσας ῥοπῆς, κρείττων ἐγενόμην τῶν πολεμίων. Σὺ «ῥύστης μου καὶ ὑπερασπιστής μου.» Σὺ γάρ με