Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1961
Not analysed yet
καὶ περιέφραξας πολεμούμενον, καὶ ἐῤῥύσω πολιορκούμενον. Τὴν εἰς σὲ τοίνυν ἐλπίδα σχήσω βεβαίαν. «Ὁ ὑποτάσσων τὸν λαόν μου ὑπ' ἐμέ.» Τοῦτο τῷ Ζοροβάβελ ἁρμόττει, καὶ Ἰησοῦ τῷ ἱερεῖ· οὗτοι γὰρ ἡγοῦντο τοῦ λαοῦ τηνικαῦτα. γʹ. «Κύριε, τί ἐστιν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ; ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν;» Ἀντὶ τοῦ ἐγνώσθης, γνωρίζῃ ὁ Σύμμαχος ἡρμήνευσε. Σφόδρα, φησὶν, ἄγαμαι τὴν ἄμετρόν σου φιλανθρωπίαν· ὅτι Θεὸς ὢν, καὶ τῶν ἁπάντων δημιουργὸς, τοσαύτην τοῦ εὐτελοῦς τούτου ζώου κηδεμονίαν ποιῇ· εἶτα τῆς φύσεως τὸ ἐπίκηρον δεικνύει. δʹ. «Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσιν.» Ὁ Θεοδοτίων, Ἄνθρωπος, φησὶν, ἀτμίδι ὡμοιώθη· ὁ δὲ Σύμμαχος, ἀτμῷ. Ἀτμοῦ γὰρ δίκην συνισταμένου καὶ διαλυομένου ῥᾳδίως φθείρεται τῶν ἀνθρώπων ἡ φύσις, καὶ σκιᾷ τούτων ὁ βίος παραπλησίως ὁδεύει· ἐπειδὴ οὕτω μέλει σοι τῶν ἐπικήρων ἀνθρώπων. εʹ. «Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι.» Ἀνθρωπίνως τοῖς λόγοις ἐχρήσατο, οὐκ οὐρανῷ περιγεγραμμένην τὴν θείαν φύσιν εἰδὼς, ἀλλ' εἰς τιμωρίαν τῶν πολεμίων καλῶν τὸν ἐπίκουρον. «Ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται.» Τοῦτο γὰρ καὶ ἐν τῷ Σινᾷ ἐγένετο ὄρει. Τὸ γὰρ ὄρος, φησὶν, ἐκαπνίζετο. ϛʹ. «Ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐτοὺς, ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτούς.» Εὐκτικῶς μὲν σχηματίζει τοὺς λόγους· προλέγει δὲ τὰ ἐσόμενα, ἃ διὰ τοῦ προφήτου Ἰεζεκιὴλ προείρηκεν ὁ Θεός· οὕτω γὰρ ἐκείνους ἅπαντας κατανάλωσεν. ζʹ. «Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους.» Διδάσκων ὡς ἀρκεῖς νεύων παρασχεῖν τοῖς αἰτοῦσι τὴν σωτηρίαν. Χεῖρα δὲ τὴν ἐνέργειαν ἐκάλεσεν, ὡς πολλάκις εἰρήκαμεν. «Ἐξελοῦ με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν.» Πολλὰ ὕδατα τὸ πλῆθος πολεμίων ἐκάλεσεν. Οὕτω καὶ ἐν τῷ ρκγʹ ἔφη ψαλμῷ, «Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, τὸ ὕδωρ τὸ ἀνυπόστατον.» Καὶ διδάσκων ὅτι τροπικῶς τοὺς ἐχθροὺς ὕδατα ἐκάλεσεν, ἐπήγαγεν· «Ἐκ χειρὸς υἱῶν ἀλλοτρίων.» Ἀλλοτρίους δὲ αὐτοὺς, οὐχ ὡς ἀλλοφύλους, ἀλλ' ὡς δυσσεβεῖς προσηγόρευσεν. ηʹ. «Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα.» Βλασφημίαις, φησὶ, Δέσποτα, τῆς σῆς ἐχρήσαντο δόξης. «Καὶ ἡ δεξιὰ αὐτῶν, δεξιὰ ἀδικίας.» Τοῖς δὲ λόγοις συμβαίνει τὰ πράγματα. Ὥσπερ γὰρ τοῖς λόγοις βλασφημοῦσιν, οὕτω τοῖς ἔργοις ἀδικοῦσιν. Αὕτη γὰρ αὐτῶν ἡ δεξιὰ οὐδὲν ἐργάζεται δεξιὸν, ἀλλ' ἀδικίας πέφηνεν ὄργανον. θʹ. «Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι, ἐν ψαλτηρίῳ