Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1964
Not analysed yet
δεκαχόρδῳ ψαλῶ σοι.» Οὐκ ἔσομαι γὰρ ἀγνώμων τῆς σωτηρίας τυχὼν, ἀλλὰ τοῖς συνήθεσιν ὀργάνοις χρησάμενος τὸν χαριστήριον ὕμνον ἐκτίσω. ιʹ. «Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν.» Οὕτω γὰρ, φησὶ, καὶ τοὺς ἡμετέρους προγόνους ὑπὸ σοῦ τὴν βασιλείαν ἐγχειρισθέντας διέσωσας, καὶ τῶν πολεμίων ἐπαναστάντων νικηφόρους ἀπέφηνας, τὸν Δαβὶδ, τὸν Ἰωσαφὰτ, τὸν Ἐζεκίαν, καὶ εἴ τις ἕτερος τὴν σὴν ἐπικουρίαν ἐξῄτησεν. «Τῷ λυτρουμένῳ Δαβὶδ τὸν δοῦλον αὐτοῦ.» Διὰ γὰρ τὰς πρὸς ἐκείνους συνθήκας πᾶσαν ἡμῶν κηδεμονίαν ποιῇ. «Ἐκ ῥομφαίας πονηρᾶς. [ιαʹ] Ῥῦσαί με, καὶ ἐξελοῦ με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων.» Ῥομφαίαν πονηρὰν τῶν ἐπελθόντων τὸ μανικὸν καὶ θηριῶδες ἐκάλεσε· τοὺς δὲ αὐτοὺς καὶ υἱοὺς ἀλλοτρίους, ὡς δυσσεβεῖς. «Ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας.» Τῇ ταυτολογίᾳ οὐ μάτην ἐχρήσατο· ἀλλὰ τὴν εὐημερίαν αὐτῶν διηγεῖσθαι μέλλων, τὴν τῆς πονηρίας κατηγορίαν ἀνέλαβεν, εἰς ἐπικουρίαν τὸν Θεὸν διεγείρων. Οἱ γὰρ οὕτως σε, φησὶ, βλασφημοῦντες, καὶ ἀδικίᾳ καὶ πονηρίᾳ συζῶντες, ἐξ οὐρίων φέρονται, καὶ παρὰ σοῦ δεξάμενοι τῶν ἀγαθῶν τὴν ἀφθονίαν, ἐφόδιον ἔχουσι τῆς ἀδικίας τὴν εὐπραξίαν. ιβʹ. «Ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἡδρυμένα ἐν τῇ νεότητι αὐτῶν.» Ἀπήλαυσαν, φησὶν, πολυπαιδίας καὶ εὐπαιδίας, καὶ ὑπὸ τῶν υἱῶν κυκλοῦνται, νεοθαλῆ μιμούμενοι φυτά. «Αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ.» Οὐ μόνον γὰρ αὐτὰς τῆς φύσεως ὡραΐζει τὸ κάλλος, ἀλλὰ καὶ ἐξ ἐπιτεχνήσεως πολὺν περίκεινται κόσμον· ὡς ἀπεικάζεσθαι τοῖς ἐπὶ τιμῇ τῶν εἰδώλων κεκαλλωπισμένοις ναοῖς. Τοιοῦτον δέ ἐστι τὸ κομμωτικὸν καὶ ἑταιρικόν. ιγʹ. «Τὰ ταμιεῖα αὐτῶν πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο.» Ὅταν γὰρ ἴδωσιν ὑπὲρ τὴν χρείαν τὰ δοχεῖα πεπληρωμένα, εἰς ἕτερα πάλιν τὰ περιττὰ μεταφέρουσι· κατ' ἐκεῖνον τὸν λέγοντα, «Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω.» «Τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. [ιδʹ] Οἱ βόες αὐτῶν παχεῖς.» Πίονα δὲ αὐτῶν καὶ πολύγονα τὰ κτήνη. «Οὐκ ἔστι κατάπτωμα φραγμοῦ, οὐδὲ διέξοδος, οὐδὲ κραυγὴ ἐν ταῖς πλατείαις αὐτῶν.» Ὁ δὲ Σύμμαχος οὕτως, Οὔτε διακοπὴ, οὔτε ἐκφορὰ, οὔτε κωκυτὸς ἐν ταῖς πλατείαις αὐτῶν. Οὕτω δὲ καὶ οἱ ἄλλοι ἑρμηνευταί. Διὰ γὰρ πολλὴν τὴν εὐθηνίαν, καὶ τῶν ἀγαθῶν τὴν