Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1965
Not analysed yet
ἀφθονίαν, ἐν τρυφῇ καὶ γέλωτι διατελοῦσι, τῶν πονηρῶν οὐ δεχόμενοι πεῖραν. Ταῦτα καὶ ἐν τῷ ἑβδομηκοστῷ καὶ δευτέρῳ ἔφη ψαλμῷ, ὅτι «Οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται.» Εὑρίσκομεν δὲ καὶ παρὰ τοῖς ἄλλοις προφήταις συνῳδὰ τούτοις πολλά· ἀλλὰ πάντες ἐπιφέρουσι τῶν ἀμφισβητουμένων τὴν λύσιν. Τοῦτο δὲ καὶ ἐνταῦθα πεποίηκεν ὁ θεῖος Δαβίδ. Ἐπήγαγε γάρ· ιεʹ. «Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι, μακάριος ὁ λαὸς, οὗ Κύριος ὁ Θεὸς αὐτοῦ.» Οἱ γὰρ τῆς ἀληθείας ἀμύητοι οὐκ ἐπίστανται τῶν πραγμάτων διακρίνειν τὴν φύσιν, ἀλλὰ τρυφῇ, καὶ πλούτῳ, καὶ δυναστείᾳ τὴν εὐκληρίαν ὁρίζονται, καὶ τοὺς τούτων ἀπολαύοντας ζηλωτοὺς ἀποκαλοῦσι, καὶ μακαρίους. Οἱ δὲ μύσται τῆς ἀρετῆς τῆς θείας σοφίας μετειληφότες, τὸν ὑπὸ σοῦ προμηθούμενον λαὸν μακαρίζουσι, καὶ τοῦ βίου παντὸς τὴν σὴν προτιμῶσι κηδεμονίαν. Τοὺς τοιούτους ἡμᾶς μακαρισμοὺς καὶ ὁ Κύριος ἐξεπαίδευσε· «Μακάριοι, λέγων, οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ μακάριοι οἱ πενθοῦντες, καὶ μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» Οἱ δὲ τοῦ βίου τὴν ἡδονὴν προαιρούμενοι, πρὸς ὀλίγον ταύτης ἀπολαύσαντες, τὴν μακρὰν ὀδύνην ἐκ τῆς βραχείας τρυγήσουσιν ἡδονῆς. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΔʹ ΨΑΛΜΟΥ. αʹ. «Αἴνεσις τῷ Δαβίδ.» Δηλοῖ καὶ ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τὸν σκοπόν. Ὑμνεῖν γὰρ παρακελεύεται τὸν τῶν ὅλων Θεὸν, τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ μεγαλουργίας, καὶ βασιλείας, καὶ μεγαλοπρεπείας μεμνημένους. Πεποίηκε δὲ καὶ ἑτέρους τοιούτους ψαλμοὺς ἡ χάρις τοῦ Πνεύματος, εἰς εὐγνωμοσύνην τὸν λαὸν ἐκεῖνον διεγείρουσα. Ἔχει δὲ καὶ πρόῤῥησιν τῆς τῶν ἐθνῶν κλήσεώς τε καὶ ἐπιγνώσεως. Κατὰ στοιχεῖον δὲ καὶ οὗτος ὁ ὕμνος σύγκειται, καὶ διὰ τῆς ταυτολογίας διδάσκει τοῦ Προφήτου τὸν πόθον. «Ὑψώσω σε, ὁ Θεός μου, βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Φύσει μὲν ὕψιστος ὁ Θεὸς, καὶ οὐκ ἐπείσακτον ἔχει τὸ ὕψος. Κηρύττουσι δὲ τοῦτο τῆς εὐσεβείας οἱ τρόφιμοι, καὶ τοὺς ἀγνοοῦντας διδάσκουσι. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ Χριστοῦ ἐν τοῖς εὐαγγελίοις εἰρημένον· «Πάτερ, ἐδόξασά σου τὸ ὄνομα ἐν τῇ γῇ.» Καὶ μετ' ὀλίγα διδάσκει ὡς οὐ δόξαν ἔδωκεν αὐτῷ, ἣν μὴ πρότερον εἶχεν, ἀλλ' ἣν εἶχεν ἐγύμνωσεν. Ἔφη γὰρ, Ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις. Οὕτω καὶ ὁ Πατὴρ τῷ Υἱῷ οὐκ ἔδωκε δόξαν, ἣν μὴ πρότερον εἶχεν· ἀλλ' ἣν εἶχε τοὺς ἀγνοοῦντας ἐδίδαξε· «Δόξασόν με γὰρ, φησὶν, σὺ