Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1968
Not analysed yet
Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον παρὰ σοὶ, πρὸ τοῦ τὸν κόσμον γενέσθαι.» Οὐ τοίνυν ἔλαβεν ὃ μὴ εἶχεν, ἀλλ' ὃ εἶχε δῆλον τοῖς οὐκ εἰδόσιν ἐγένετο. Καὶ ἐνταῦθα τοίνυν ὁ Προφήτης οὐχ ὑψηλὸν ποιεῖν τὸν Θεὸν ἐπαγγέλλεται, ἀλλὰ τὸ ὕψος αὐτοῦ τοῖς ἀνθρώποις, ὡς οἷόν τε δεικνύναι· καὶ τὸν ἁπάντων Θεὸν, καὶ Θεὸν καὶ βασιλέα ἴδιον ὀνομάζει, ὑπὸ τοῦ φίλτρου τοῦτο ποιεῖν προαγόμενος. βʹ. «Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομα σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἀεί σε, φησὶν, ὑμνῶν διατελέσω, καὶ οὐδεμίαν ἡμέραν ἄμοιρον ἐάσω τῆς ὑμνῳδίας. γʹ. «Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας.» Ἐπειδὴ πᾶν μέγεθος αἰσθητὸν μήκει, καὶ πλάτει, καὶ βάθει μετρούμενον δείκνυται μέγα, εἰκότως ἐπήγαγεν, ὅτι «Τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας,» ἵνα καὶ ἀσώματον δείξῃ, καὶ ἀπερίγραφον τὸν ὑμνούμενον. Μέγαν μὲν γὰρ αὐτὸν, φησὶν, οἶδα, οὐ μὴν ἐφικτὸν, οὔτε μὴν μετρητόν. Οὔτε γὰρ ἀρχὴν, οὔτε τέλος τοῦ μεγέθους εὑρίσκω. Ἄπειρον γὰρ τοῦτο, καὶ πᾶσαν ὑπερβαῖνον κατάληψιν. δʹ. «Γενεὰ καὶ γενεὰ ἐπαινέσει τὰ ἔργα σου, καὶ τὴν δύναμίν σου ἀπαγγελοῦσι.» Ἐντεῦθεν τῶν ἐθνῶν προεκήρυξε τὴν θείαν ἐπίγνωσιν. Οὐ γὰρ μόνον, φησὶν, ἡμεῖς, οἱ ἐξ Ἰσραὴλ, κατὰ τήνδε τὴν γενεάν σε τὸν εὐεργέτην ὑμνήσομεν, ἀλλὰ καὶ ἑτέρα γενεὰ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, τῶν ἔργων σου τὴν μεγαλουργίαν κηρύξει. εʹ. «Τὴν μεγαλοπρέπειαν τῆς δόξης τῆς ἁγιωσύνης σου λαλήσουσι, καὶ τὰ θαυμάσιά σου διηγήσονται.» Νικᾷ τοῦ Προφήτου τὴν δύναμιν τοῦ ὑμνουμένου ἡ φύσις. Ἀξίας γὰρ ἐπιζητῶν καὶ προσφυεῖς προσηγορίας, εἶτα διαμαρτάνων, πολλὰ κατὰ ταυτὸν ἐπιπλέκει ὀνόματα, ἁγιωσύνης δόξαν καὶ μεγαλοπρέπειαν ὀνομάζων. Ταῦτα μέν τοι προλέγει ὑπὸ τῆς ἑτέρας κηρυχθήσεσθαι γενεᾶς. ϛʹ. «Καὶ τὴν δύναμιν τῶν φοβερῶν σου ἐροῦσι, καὶ τὴν μεγαλωσύνην σου διηγήσονται.» Δοκεῖ μὲν ταυτολογίᾳ κεχρῆσθαι, διάφορα δὲ ὅμως σημαίνει. Θαυμάσια μὲν γὰρ λέγει, τὰ ἐπ' εὐεργεσίαις τινῶν γινόμενα θαύματα· δύναμιν δὲ φοβερῶν, τὰς ἐπὶ τιμωρίᾳ ἑτέρων δειχθείσας μεγαλουργίας· οἷον διὰ τοῦ θεσπεσίου Μωϋσοῦ τῇ Αἰγύπτῳ παντοδαπὰς ἐπήγαγε μάστιγας· ἐκεῖνα νοητέον δύναμιν φοβερῶν. Ἐν τῇ ἐρήμῳ μάννα ἐκόμισε τῷ λαῷ, καὶ ὀρτυγομήτρας ἐπέδησε, καὶ τὴν ἄνυδρον ἐπέκλυσε· ταῦτα εἰς θαῦμα τῶν εὐγνωμόνων τὰς γλώττας ἐκί-