Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1969
Not analysed yet
νησε. Ταύτην καὶ ὁ θεῖος Ἀπόστολος ἐποιήσατο τὴν διαίρεσιν. Ἔφη γὰρ, ὑπὸ τοῦ παναγίου Πνεύματος δεδόσθαι, οὐ μόνον χαρίσματα ἰαμάτων, ἀλλὰ καὶ ἐνεργήματα δυνάμεων. Καὶ καλεῖ μὲν χαρίσματα ἰαμάτων, τῶν χωλῶν τὸν δρόμον, καὶ τῶν ἀῤῥώστων τὴν ὑγίειαν, καὶ τῶν νεκρῶν τὴν ἀνάστασιν, καὶ ὅσα τοιαῦτα. Ἐνεργήματα δὲ δυνάμεων, τὴν τοῦ Ἐλυμᾶ τυφλότητα, τοῦ Ἀνανίου καὶ τῆς Σαπφείρας τὸν θάνατον, τοὺς τῷ Σατανᾷ παραδοθέντας, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. ζʹ. «Μνήμην τοῦ πλήθους τῆς χρηστότητός σου ἐξερεύξονται, καὶ τῇ δικαιοσύνῃ σου ἀγαλλιάσονται.» Βούλεται μὲν ὁ Προφήτης τῆς θείας ἀγαθότητός τε καὶ δυνάμεως ὑποδεῖξαι τὸν πλοῦτον· ἀνθρωπίνῃ δὲ χρησάμενος γλώττῃ, καὶ τυχεῖν οὐ δυνάμενος τοῦ ποθουμένου, πλείονα πάλιν συνάπτει ὀνόματα, καὶ προλέγει τῆς γενεᾶς τῆς ἐσομένης τὸ εὔγνωμον, ὅτι τοῖς θείοις ἐντρυφῶσα λογίοις, καθάπερ τινὰς ἐρυγὰς προσφέρει τὴν τῆς θείας φιλανθρωπίας διήγησιν. Τοῦτο μέν τοι καὶ ὁ θεῖος Ἀπόστολος ὑπομένει, καὶ ἀξίως οὐ δυνάμενος διηγήσασθαι τὰ θεῖα, διὰ πλειόνων ὀνομάτων τοῦτο πειρᾶται. «Τὸν ὑπερβάλλοντα γάρ φησι, πλοῦτον τῆς χάριτος αὐτοῦ.» Ἀλλαχοῦ δὲ τὴν ἧτταν ὁμολογεῖ, «Ὡς ἀνεξερεύνητα, λέγων, τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. «ηʹ. «Οἰκτίρμων, καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος, καὶ πολυέλεος.» Τὸ αὐτὸ καὶ ἐνταῦθα πάλιν ὁ Προφήτης ὑπέμεινεν. Εἰς νοῦν γὰρ λαβὼν, ὅπως τῶν ἀνθρώπων τὴν φύσιν διέπλασεν, ὅσης τιμῆς τε καὶ προμηθείας ἠξίωσεν, ὅτι πᾶσαν τὴν ὁρωμένην κτίσιν αὐτοῖς προσφέρειν τὴν χρείαν ἐνομοθέτησεν, ὅτι καθ' ἑκάστην ἡμέραν πλημμελούντων ἀνέχεται, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, οὐ μόνον οἰκτίρμονα καλεῖ, ἀλλὰ καὶ ἐλεήμονα, καὶ μακρόθυμον, καὶ πολυέλεον. Ἀμετρήτῳ γὰρ χρώμενος ἀγαθότητι, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν, καθόσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, καὶ ἠγάπησεν οὕτως τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ δοῦναι ὑπὲρ αὐτοῦ. θʹ. «Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.» Οὐ γὰρ μόνον Ἰουδαίων ἐποιήσατο πρόνοιαν, ἀλλὰ καὶ εἰς πάντας ἀνθρώπους τὴν φιλανθρωπίαν ἐξέχεεν. Οὐκ ἀνθρώπων δὲ μόνον, ἀλλὰ καὶ τῶν ἀλόγων ἐπιμελεῖται, καὶ πᾶσι παρέχει τὰ πρόσφορα. ιʹ. «Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάτωσάν σε.» Οὐ τὰ ἄψυχα τὸν Θεὸν ὑμνεῖ, οὐδὲ τὰ ἄλογα φωνὴν ἀφίησι λογικήν· ἀλλὰ καὶ διὰ τούτων οἱ λογικοὶ καὶ φιλόθεοι τὴν ὑμνῳδίαν ὑφαίνουσιν. Εἰς ἕκαστον γὰρ ἀφορῶντες τῶν ὑπ' αὐτοῦ γεγενημένων, καὶ σοφίας