Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1972
Not analysed yet
τὴν μεγαλουργίαν θεώμενοι, εἰς δοξολογίαν κινοῦσι τὴν γλῶτταν. ιαʹ, ιβʹ. «Δόξαν τῆς βασιλείας σου ἐροῦσι, καὶ τὴν δυναστείαν σου λαλήσουσι. Τοῦ γνωρίσαι τοῖς υἱοῖς τῶν ἀνθρώπων τὴν δυναστείαν σου, καὶ τὴν δόξαν τῆς μεγαλοπρεπείας τῆς βασιλείας σου.» Οὗτοι γὰρ οἱ ὅσιοι, εἴτε προφῆται, εἴτε ἀπόστολοι, καὶ οἱ μετ' ἐκείνους τὴν τοῦ κηρύγματος διακονίαν διαδεξάμενοι, τὴν αἰώνιον βασιλείαν, καὶ τὴν ἄῤῥητον δύναμιν πάντας ἀνθρώπους διδάξουσιν. Οὐ γὰρ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πάσῃ τῶν ἀνθρώπων τῇ φύσει τήνδε τὴν διδασκαλίαν προσοίσουσιν. ιγʹ. «Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ δεσποτεία σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.» Ἀπέραντον ἔχεις τὸ κράτος, καὶ ἀΐδιον τὴν βασιλείαν, οὔτε ἀρξαμένην, οὔτε λήξασαν. «Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὑτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ.» Προλάμπει γὰρ τῶν λόγων ἀλήθεια, βεβαιουμένη τοῖς ἔργοις· καὶ ταῦτα δὲ τῷ δικαίῳ κοσμεῖται. ιδʹ. «Ὑποστηρίζει Κύριος πάντας τοὺς καταπίπτοντας, καὶ ἀνορθοῖ πάντας τοὺς κατεῤῥαγμένους.» Οὐ γὰρ μόνον τῶν τῆς δικαιοσύνης τροφίμων ἐπιμελεῖται, ἀλλὰ καὶ τῶν ὀλισθαινόντων καταῤῥηγνυμένων, καὶ τῆς ἁμαρτίας δεχομένων τὰ τραύματα. Τοὺς μὲν γὰρ ἐρείδων, καταπεσεῖν οὐκ ἐᾷ· τοὺς δὲ πεσόντας ἀνίστησιν, ὀρέγων τὴν δεξιάν. ιεʹ. «Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ.» Τὸ ἐλπίζουσιν ἐνταῦθα οὐκ ἐπὶ διαθέσεως τέθεικεν· οὔτε γὰρ οἱ δυσσεβείᾳ συζῶντες ταύτην ἔχουσι τὴν ἐλπίδα, οὔτε τῶν ἀλόγων τὰ γένη λογικὴν αἴσθησιν ἔχει. ἀλλὰ διδάσκει ὡς ἕκαστον παρ' αὐτοῦ τὴν κατάλληλον ὑποδέχεται χρείαν. Εἶτα καὶ τὴν εὐκολίαν ὑποδείκνυσι τῆς χορηγίας. ιϛʹ. «Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιπλᾷς πᾶν ζῶον εὐδοκίας.» Ἅμα τε γὰρ βούλει, καὶ ἀπολαύει τῶν σῶν χορηγουμένων ἕκαστον ἀγαθῶν. Καθάπερ γὰρ ἡμῖν ῥᾴδιον τοὺς συνηγμένους ἐκτεῖναι δακτύλους, καὶ ἁπλῶσαι τὴν χεῖρα· οὕτω σοι εὐπετὲς ἐν ἀκαρεῖ παρασχεῖν τῶν ἀγαθῶν τὴν φοράν. ιζʹ. Δίκαιος Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὑτοῦ, καὶ ὅσιος ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ.» Ἐν ἁπάσαις δέ σου ταῖς οἰκονομίαις διαλάμπει τὸ δίκαιον. Ὁδοὺς γὰρ τὰς οἰκονομίας ἐκάλεσεν. ιηʹ. «Ἐγγὺς Κύριος πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν, πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ.» Τὸ ἐγγὺς οὐ τοπικὸν σημαίνει διάστημα· φύσει γὰρ πανταχοῦ πάρεστιν ὁ Θεός· «Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν,» κατὰ τὸν θεῖον Ἀπόστολον· ἀλλὰ τὴν σχέσιν, καὶ τὴν διάθεσιν διὰ τούτων ἐδή-