Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1973
Not analysed yet
λωσε. Καλὴ δὲ καὶ ἡ προσθήκη τῆς ἀληθείας. Οὐ γὰρ τοῖς ἁπλῶς ἐπικαλουμένοις πελάζει, ἀλλὰ τοῖς ἐν ἀληθείᾳ τοῦτο δρᾷν προαιρουμένοις. «Οὐ πᾶς γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Διὸ ἐπήγαγεν· ιθʹ. «Θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται, καὶ σώσει αὐτούς.» Οἱ τὸν θεῖον ἔχοντες φόβον πρότεροι, ποιοῦσι τοῦ Θεοῦ τὸ θέλημα. Ἐπειδὴ τοίνυν συμβαίνει αὐτῶν ὁ σκοπὸς πρὸς τὸ θεῖον θέλημα, ἀναγκαίως αὐτῶν ὁ Δεσπότης πληροῖ τὰ θελήματα. Οὐδὲν γὰρ ἐναντίον οἷς βούλεται θέλουσιν. κʹ. «Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει.» Ἔδειξε πῶς δίκαιος ὁ Κύριος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἴδιον γὰρ τοῦ δικαίου τὸ πρόσφορον ἀπονέμειν ἑκάστῳ, οὗ δὴ χάριν τοὺς μὲν εὖ περὶ αὐτὸν διακειμένους φρουρεῖ, καὶ φυλάττει, καὶ τῶν ἐπιβούλων ἐλευθεροῖ· τοὺς δὲ τὴν ἐναντίαν ἀσπαζομένους ὁδὸν τιμωρίαις ἐκδίδωσιν. καʹ. «Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.» Ἐγὼ μὲν οὖν, φησὶ, τόνδε τὸν ὕμνον συγγέγραφα. Προσήκει δὲ ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν ἀεὶ τῇ δοξολογίᾳ γεραίρειν τὸν ποιητὴν, καὶ πρόσφορον σέβας τῷ θείῳ προσφέρειν ὀνόματι. Ἐπισημήνασθαι δὲ προσήκει, ὡς καὶ ἐνταῦθα οὐκ Ἰουδαίοις τὸν ὕμνον ἀπένειμεν, ἀλλὰ πᾶσαν σάρκα εἰς τὴν ὑμνῳδίαν ἐκάλεσε. Δήλη τοίνυν ἡ πρόῤῥησις τῇ ἐκβάσει μαρτυρουμένη. Ἐν ἅπασι γὰρ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι, κατὰ τὴν προφητείαν, ὁ τῶν ὅλων ὑμνεῖται Θεός. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΕʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα. Ἐν ἐνίοις ἀντιγράφοις πρόσκειται Ἀγγαίου καὶ Ζαχαρίου. Τοῦτο δὲ οὔτε παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τοῖς ἄλλοις εὗρον ἑρμηνευταῖς, οὔτε παρὰ τοῖς Ἑβδομήκοντα εὗρον ἐν τῷ Ἑξαπλῷ. Ὑμνεῖν μὲν καὶ οὗτος ὁ ψαλμὸς παρακελεύεται τὸν τῶν ὅλων Θεόν. Τοῦτο γὰρ καὶ ἡ ἐπιγραφὴ δηλοῖ. Τὸ γὰρ Ἀλληλούϊα, Αἰνεῖτε τὸν Κύριον ἑρμηνεύεται, ὡς πολλάκις εἰρήκαμεν. βʹ. «Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον.» Ἡ χάρις τοῦ Πνεύματος πᾶσιν ἡμῖν παρεγγυᾷ, εἰς τὴν τοῦ Θεοῦ δοξολογίαν ἡμᾶς αὐτοὺς διεγείρειν. «Αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου, ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω.» Ἐν τῷ ἕκτῳ ἔφη ψαλμῷ, «Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Τούτου χάριν κατὰ τὸν τῆς ζωῆς χρόνον ὑμνεῖν διδασκόμεθα τὸν Θεὸν, ἕως ἂν τοῦδε τοῦ βίου τὸ