Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1976
Not analysed yet
πέρας δεξώμεθα. «Μὴ πεποίθατε ἐπὶ ἄρχοντας.» Ἀγαθὴ παραίνεσις, Οὔτε γὰρ ἀεὶ οἱ ἄρχοντες ἄρχουσιν, ἀλλὰ πρόσκαιρον ἔχουσιν ἐξουσίαν, οὔτε πάντες οἱ ἄρχοντες τιμῶσι τὸ δίκαιον. Ἵνα δὲ προσῇ καὶ ἀμφότερα, χρὴ τῆς φύσεως ἰδεῖν τὸ ἐπίκηρον. Τοῦτο γὰρ ἐπιφέρει. γʹ. «Ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία.» Βλέπε τὴν φύσιν, καὶ μὴ θάῤῥει τῇ ἐξουσίᾳ. «Ἄνθρωπος γὰρ ματαιότητι ὡμοιώθη,» καὶ «Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ.» δʹ. «Ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὑτοῦ.» Πνεῦμα ἐνταῦθα τὴν ψυχὴν καλεῖ. Ταύτης δὲ ἐξιούσης, εἰς τὴν οἰκείαν συγγένειαν τὸ σῶμα χωρεῖ, κατὰ τὴν θείαν ἀπόφασιν, «Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.» —»Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.» Τῆς γὰρ ψυχῆς ἀποζευχθείσης, καὶ τοῦ σώματος διαλυθέντος εἰς κόνιν, ἐδείχθη ματαία τῶν λογισμῶν ἡ φαντασία. Τοῦτο καὶ διὰ τῆς παραβολῆς ἡμᾶς ὁ Κύριος ἐδίδαξεν. Εἰσαγαγὼν γὰρ τὸν πλούσιον, οὗ ηὐφόρησεν ἡ χώρα, λογιζόμενον καταλῦσαι τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομῆσαι, ἐπήγαγεν· «Ἄφρον, ταύτην τὴν νύκτα ἀπαιτοῦσι τὴν ψυχήν σου ἀπὸ σοῦ, ἃ δὲ ἡτοίμασας τίνι ἔσται;» Καὶ τῶν ἄλλων δὲ ἀνθρώπων, οἱ μὲν ἀρχὰς καὶ δυναστείας, οἱ δὲ κτήσεις ἀγρῶν καὶ οἰκοδομίας φαντάζονται· οἱ δὲ τὰς ἐν πολέμοις ὀνειροπολοῦσι νίκας, ἄλλοι δὲ τοῖς ἐχθροῖς τεκταίνουσιν ὄλεθρον· ἀλλ' ἐπιὼν ἐξαπιναίως ὁ θάνατος ἀτέλεστον τῶν λογισμῶν τὴν φαντασίαν ἐᾷ. Οὕτω δείξας τῆς ἐπ' ἀνθρώποις ἐλπίδος τὸ μάταιον, τῆς εἰς τὸν Θεὸν πεποιθήσεως τὸ ὀνησιφόρον ἐπιδείκνυσιν. εʹ. «Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.» Θεὸν Ἰακὼβ οὐχ ἁπλῶς ὠνόμασεν, ἀλλ' ἀναμιμνήσκων ἡμᾶς πόσης προμηθείας ἀπήλαυσεν Ἰακὼβ πρὸς τὸν Θεὸν ἐλπίσας, καὶ οἵους καὶ ὅσους ἐδρέψατο τῆς ἐλπίδος καρποὺς, εἰς τὸν τούτου Θεὸν ἐλπίζειν παρεγγυᾷ· καὶ Κύριον αὐτὸν, καὶ Θεὸν ὀνομάζει, καὶ δι' ἀμφοτέρων κηρύττει τὸ δυνατόν. Εἶτα ἐκ τῆς τῶν ποιημάτων δημιουργίας διδάσκει αὐτοῦ τὴν ἀγαθότητα καὶ τὴν δύναμιν. ϛʹ. «Τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς.» Συντόμως ἅπασαν τὴν ὁρωμένην καὶ ἀόρατον τῷ λόγῳ περιέλαβε κτίσιν. Οὐ γὰρ μόνον οὐρανοῦ, καὶ γῆς, καὶ θαλάσσης ἐμνήσθη, ἀλλὰ καὶ πάντων τῶν ἐν αὐτοῖς. Ἐν οὐρανῷ δὲ ἄγγελοι, καὶ τῶν ἀοράτων ἡ φύσις, καὶ ἥλιος, καὶ σελήνη, καὶ τῶν ἀστέρων τὸ πλῆθος. Ἐν γῇ δὲ καὶ θαλάσσῃ ἄνθρωποι, καὶ τῶν ἀλόγων τὰ γένη. Τοσαύτη, φησὶ, τοῦ Ποιητοῦ τῶν ὅλων ἡ δύναμις. Βλέπεις τοίνυν πόσον ἐστὶ τὸ διάφορον τῶν φθειρομένων ἀρχόντων, καὶ τοῦ δημιουργοῦ τῶν