Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1977
Not analysed yet
ἁπάντων. Οὕτω δείξας αὐτὸν τῶν ὅλων δημιουργὸν, δείκνυσιν αὐτὸν καὶ προμηθούμενον ὧν ἐποίησεν. ζʹ. «Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρῖμα τοῖς ἀδικουμένοις, διδόντα τροφὴν τοῖς πεινῶσιν.» Ἀψευδὴς γάρ ἐστιν ὑπισχνούμενος, καὶ φιλαλήθης τὰς ἐπαγγελίας πληροῖ. Ἐπαμύνει δὲ τοῖς ἀδικουμένοις, καὶ κρίνει δικαίως· παρέχει δὲ καὶ πᾶσι τοῖς πεινῶσι τὴν κατάλληλον τροφήν. Ἐντεῦθεν καὶ τὰς διὰ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἡμῶν γεγενημένας εὐεργεσίας προλέγει. ηʹ. «Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλοὺς, Κύριος ἀνορθοῖ κατεῤῥαγμένους.» Ταῦτα καὶ διὰ Ἡσαΐου προφήτου προηγόρευσεν ὁ τῶν ὅλων Θεός. Εἰρηκὼς γὰρ, «Δέδωκά σε εἰς φῶς ἐθνῶν,» ἐπήγαγεν, «Ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.» Καὶ ἑτέρωθι ἐκ προσώπου ἔφη τοῦ Δεσπότου τοῦ Χριστοῦ· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν, τυφλοῖς ἀνάβλεψιν.» Καὶ ἀλλαχοῦ, «Τότε ἀκούσονται κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει, καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται. «Κύριος ἀγαπᾷ δικαίους. [θʹ] Κύριος φυλάσσει τοὺς προσηλύτους.» Ἑκάστῳ τὰ κατάλληλα προσφέρει τῶν ὅλων ὁ Κύριος. Καὶ τοὺς μὲν ἀγαπῶντας αὐτὸν δικαίους τοῖς ἴσοις ἀμείβεται, καὶ ἀγάπην αὐτοῖς καὶ φιλοστοργίαν ἀντιδίδωσι πατρικήν· τοὺς δὲ τὴν πατρῴαν φυγόντας ἀσέβειαν, καὶ μετὰ πίστεως αὐτῷ προσιόντας, πάσης ἀξιοῖ φυλακῆς τε καὶ προμηθείας. Προσηλύτους γὰρ τοὺς ξένους καλεῖ. Οὕτω καὶ ὁ μακάριος ἔφη Παῦλος, ὅτι «Ἦμέν ποτε χωρὶς Χριστοῦ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν, τῆς ἐπαγγελίας ἐλπίδα μὴ ἔχοντες· ἀλλ' οἱ ποτὲ ὄντες μακρὰν ἐγγὺς ἐγενήθημεν.» —»Ὀρφανὸν καὶ χήραν ἀναλήψεται, καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ.» Ἀπὸ τῆς καθόλου Προνοίας ἐπὶ τὰ μερικὰ τὸν λόγον κατήγαγε, καί φησιν ὡς οὐδενὸς ἀμελεῖ τῶν ὅλων ὁ πρύτανις, ἀλλὰ καὶ τοὺς ἐρήμους ἀνθρωπίνης κηδεμονίας πάσης ἀξιοῖ ἐπιμελείας, καὶ τὰς κατὰ τούτων ἐπιβουλὰς διαλύει. ιʹ. «Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιὼν εἰς γενεὰν καὶ γενεάν.» Αἰώνιον γὰρ ἔχει τὸ κράτος, καὶ τὴν βασιλείαν ἀΐδιον ὁ νῦν, ὦ Σιὼν, μόνης σου Θεὸς νομιζόμενος. ΕΡΜΗΝ. ΤΟΥ ΡΜϛʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα. Ἐνταῦθα σαφῶς ἐδιδάχθημεν τοῦ ἀλληλούϊα τὴν ἑρμηνείαν. Τὸ γὰρ Αἰνεῖτε τὸν