Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1980
Not analysed yet
Κύριον, Ἀλληλούϊα ὁ Ἑβραῖος λέγει· ὁ δὲ Σύμμαχος καὶ ἀνερμήνευτον αὐτὸ εἴασε· λέγει δὲ οὕτως, Ἀλληλούϊα, ὅτι ἀγαθὸς ψαλμός. Ὁ δὲ Θεοδοτίων, Αἰνεῖτε τὸν Ἰά· αἰνεῖν καὶ οὗτος τοίνυν ὁ ψαλμὸς παρακελεύεται· προθεσπίζει δὲ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον, καὶ τὴν μετὰ ταῦτα γενομένην τῆς Ἱερουσαλὴμ οἰκοδομίαν. Οὐ γὰρ, ὡς Ἰουδαῖοι προσδοκῶσιν, αὖθις Ἱερουσαλὴμ οἰκοδομηθήσεται, ἀλλὰ τὴν ἤδη γεγενημένην ὑπὸ Ζοροβάβελ οἰκοδομίαν, ὁ προφητικὸς προθεσπίζει λόγος. «Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμὸς, τῷ Θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.» Ὀνήσιμος, φησὶν, ἡ ὑμνῳδία, καὶ πρόξενος ἀγαθῶν· θυμήρης δὲ τῷ Θεῷ οὐχ ὁ ὕμνος, ἀλλὰ τῶν ὑμνούντων ὁ σκοπός· αὐτὸς δὲ ἀνενδεὴς χαίρει τῇ σωτηρίᾳ τῶν ἀνθρώπων. βʹ. «Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος, τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει.» Καὶ διὰ τοῦτο, φησὶν, αὐτὸν ὑμνεῖσθαι προσήκει, ὅτι καὶ τὴν καταλυθεῖσαν Ἱερουσαλὴμ οἰκοδομήσει, καὶ τοὺς δορυαλώτους γεγενημένους ἀξιώσει τῆς ἐπανόδου. Εἰ δὲ μὴ πάντες ἐπανῆλθον, οὐχ ὁ θεῖος διεψεύσατο λόγος, ἀλλ' ἡ ἐκείνων ἠλέγχθη πονηρία. Αὐτὸς μὲν γὰρ διὰ τοῦ Κύρου πᾶσιν ἐπανελθεῖν παρεγγύησεν, οἱ δὲ ἀντίτυπον ἐσχηκότες γνώμην, τὴν ἀλλοτρίαν ἀντὶ τῆς πατρίδος προείλοντο. γʹ. «Ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν.» Συνῆψε τοῖς σωματικοῖς τὰ πνευματικὰ, καὶ ἔδειξεν αὐτὸν οὐ μόνον τοῖς αἰχμαλώτοις τὴν ἐλευθερίαν δωρούμενον, ἀλλὰ καὶ τοῖς τὰ τῆς ἁμαρτίας τραύματα δεξαμένοις τὴν ἴασιν χαριζόμενον. δʹ. «Ὁ ἀριθμῶν πλήθη ἄστρων, καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.» Διὰ πάντων τοῦ Θεοῦ τὴν δύναμιν κηρύττει. Ὁ ἀριθμῶν δὲ ἐνταῦθα τὴν γνῶσιν ἐκάλεσε, καὶ ἄστρων δὲ ὀνόματα τὰς τῶν ἀστέρων διαφορὰς, καὶ τὴν τούτων θέσιν τε καὶ διάταξιν, καὶ τὴν πρὸς ἄλληλα σχέσιν. Οὐ γὰρ ὀνόμασι κεχρημένος ὁ τῶν ὅλων Θεὸς τοὺς ἀστέρας καλεῖ· ἄψυχα γὰρ ταῦτα, καὶ λόγου ἐστερημένα. Ἄνθρωποι δὲ, ἀσεβεῖ γνώμῃ χρησάμενοι, ἀπὸ μύθων ὑπ' αὐτῶν πεπλασμένων ἔθεσαν τοῖς ἄστροις ὀνόματα. εʹ. «Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.» Ἀμέτρητα πάντα, καὶ τὸ μέγεθος, καὶ ἡ ἰσχὺς, καὶ ἡ αἴνεσις. Ὡς χωροῦμεν δὲ ὅμως ὑμνοῦμεν. ϛʹ. «Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως γῆς.» Ὁ Σύμμαχος ἀνακτώμενος εἴρηκεν. Καὶ τοῦτο δὲ τῆς θείας ἴδιον προμηθείας· τοὺς μὲν γὰρ δι' ἐπιείκειαν ὑπό τινων ἐπιβουλευομένους κηδεμονίας ἀξιοῖ· τοὺς δὲ ἀδίκως αὐτοῖς ἐπιόντας παραπέμπει θανάτῳ. Καὶ τοὺς μὲν περιβλέπτους ποιεῖ καὶ περιφανεῖς· τῶν δὲ τὴν μνήμην παραδίδωσι λήθῃ. Οὕτω τῶν ἁγίων ἀποστόλων ἀοίδιμος ὁ χορός· οὕτω πολυθρύλλητοι τῶν μαρτύρων οἱ δῆμοι. Τῶν δὲ τούτοις πεπολεμηκότων ἡ μνήμη παραδέδοται λήθῃ.