Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1981
Not analysed yet
ζʹ. «Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει· ψάλατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ.» Ταύτην τοίνυν εἰδότες τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ σοφίαν, καὶ δύναμιν, ἄρχεσθε τῆς ὑμνῳδίας ὀργάνοις τοῖς συνήθεσι χρώμενοι. ηʹ. «Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν.» Ἀμφότερα καὶ τῆς δυνάμεως, καὶ τῆς ἀγαθότητος δείγματα. Ὡς ἀγαθὸς μὲν γὰρ, καὶ φιλάνθρωπος, προμηθεῖται τῶν ἐπὶ γῆς· ὡς παντοδύναμος δὲ, μετέωρον φέρει τῶν ὑδάτων τὴν φύσιν, καὶ τοῦ οὐρανοῦ συγκαλύπτει τὴν θέαν, ὄροφόν τινα μέσον οὐρανοῦ καὶ γῆς διὰ τῶν νεφῶν τεκταινόμενος, καὶ ταῖς ὠδῖσι τούτων ἄρδων τὴν γῆν. Εἶτα τὴν ἐντεῦθεν φυομένην δείκνυσι χρείαν. «Τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων.» Οὐ γὰρ μόνον τὴν ὑπ' ἀνθρώπων γεωργουμένην ἄρδει γῆν, ἀλλὰ καὶ τὰ ὄρη, καὶ τοὺς ἐρήμους χώρους, τὸν ἐκ τούτων φυόμενον χιλὸν προσφέρων τοῖς κτήνεσι. Καὶ τοῦτο μὲν διὰ τὴν εἰς ἀνθρώπους εὐεργεσίαν ποιεῖ· τοῖς ἀνθρώποις γὰρ ὑπουργεῖν τὰ κτήνη προσέταξεν. θʹ. Καὶ διδόντι κτήνεσι τροφὴν αὐτῶν, καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.» Οὐ λογικὴ τῶν κοράκων ἡ φύσις, οὐδ' ὅτι λογικῶς ἐπικαλεῖται τὸν ποιητήν· ἀλλ' ἡ διὰ τὴν χρείαν κραυγὴ μιμεῖται τὴν αἴτησιν. Ἐντεῦθεν ἡγοῦμαι καὶ τὸν Δεσπότην Χριστὸν, τῶν ἄλλων πτηνῶν καταλιπόντα τὴν μνήμην, τῶν κοράκων μνησθῆναι, καὶ τοῖς μαθηταῖς εἰπεῖν, «Ἀποβλέψατε εἰς τοὺς κόρακας, ὅτι οὐ σπείρουσιν, οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτούς.» ιʹ, ιαʹ. «Οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει, οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ. Εὐδοκεῖ Κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν, καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.» Οὐ ῥώμῃ σώματος, φησὶ, καὶ ἱππικῇ τέχνῃ, καὶ ταχύτητι ποδῶν ὁ Θεὸς ἐπιτέρπεται· ἀλλὰ καλαῖς πράξεσιν, ὧν δημιουργὸς ἡ εὐλάβεια. Οὐ μόνον δὲ τούτων προμηθεῖται σπουδαίως, ἀλλὰ καὶ τῶν περιπεπτωκότων ἁμαρτίαις, μεταμελείᾳ δὲ χρησαμένων, καὶ στηριχθέντων τῇ τῆς φιλανθρωπίας ἐλπίδι. Οὐ γὰρ μόνον τοῖς τελείοις τῆς ἀρετῆς ἀθληταῖς ἔφη τὸν Θεὸν εὐδοκεῖν, ἀλλὰ καὶ ἐπὶ τοῖς τὸν θεῖον προσμένουσιν ἔλεον. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΖʹ ΨΑΛΜΟΥ. Ἀλληλούϊα. Ὑμνεῖν καὶ ἐνταῦθα παρακελεύεται ὁ προφητικὸς λόγος. Προλέγει δὲ καὶ τὴν μετὰ τὴν ἐπάνοδον γεγενημένην νίκην. Πρὸς δὲ ταύτῃ, καὶ τὰ τῶν ἀποστόλων προθεσπίζει κηρύγματα, πᾶσαν ὅτι τάχιστα διαδραμόντα τὴν οἰκουμένην.