Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1984
Not analysed yet
ιβʹ, ιγʹ. «Ἐπαίνει, Ἱερουσαλὴμ, τὸν Κύριον, αἴνει τὸν Θεόν σου, Σιών. Ὅτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου.» Διὰ τὴν ἄμαχον τοῦ Θεοῦ ῥοπὴν, καὶ τῶν πολεμίων ἀπαλλαγεῖσα, καὶ ἀπολιόρκητος, ὦ Ἱερουσαλὴμ, μείνασα, ὕμνοις ἀμείβου τὸν εὐεργέτην. Ἱερουσαλὴμ δὲ οὐ τὰς οἰκοδομίας καλεῖ, ἀλλὰ τοὺς ταύτης οἰκήτορας. «Εὐλόγησε τοὺς υἱούς σου ἐν σοί.» Εὐπαιδίας γὰρ καὶ πολυπαιδίας εὐλογίαν λαβοῦσα εἰς πλῆθος ηὐξήθης. ιδʹ. «Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην.» Δεδώρηταί σοι καὶ πανταχόθεν εἰρήνην. Ἐκδειματωθέντες γὰρ τῷ δέει τῶν ἀναιρεθέντων ἕτεροι πάλιν ἐπανελθεῖν οὐ τολμῶσιν.» Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε.» Ἐπέκλυσέ τε καὶ τοῖς ἀπὸ γῆς ἀγαθοῖς. Στέαρ γὰρ πυροῦ τῶν καρπῶν τὴν ἀφθονίαν ἐκάλεσεν, ἀπὸ τοῦ μέρους τὸ πᾶν ὀνομάσας. Πυρὸς γάρ ἐστιν ὁ σῖτος, στέαρ δὲ πυροῦ ὁ κάλλιστος ἄρτος. Δεδήλωκε δὲ διὰ τούτου καὶ τοὺς ἄλλους καρπούς. Ἀλλὰ ταύτης πάλαι τῆς προνοίας ἀπήλαυον Ἰουδαῖοι· κατὰ δὲ τοῦ Σωτῆρος λυττήσαντες ἔρημοι πάντων ἐγένοντο τῶν ἀγαθῶν. Διὰ τοῦτο καὶ ὁ προφητικὸς λόγος ταῦτα περὶ ἐκείνων διεξελθὼν, τῶν ἐθνῶν προθεσπίζει τὴν σωτηρίαν. ιεʹ. «Ὁ ἀποστέλλων τὸ λόγιον αὑτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.» Λόγον ἐνταῦθα εὐαγγελικὸν ἐκάλεσε κήρυγμα. Τοῦτο δὲ οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἄλλοις πᾶσιν ἀνθρώποις ἀπέστειλε. «Πορευθέντες γὰρ, φησὶ, μαθητεύσατε πάντα τὰ ἔθνη.» Ἔδειξε δὲ καὶ τὴν ὀξύτητα τοῦ δρόμου. Ἐν ὀλίγῳ γὰρ χρόνῳ πᾶσαν γῆν καὶ θάλασσαν τῆς διδασκαλίας ἐπλήρωσαν. Τοῦτο προορῶν ὁ Προφήτης ἔφη, «Ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.» Καὶ καινὸν οὐδὲν, οὐδὲ παράδοξον. Πάντα γὰρ εἴκει τῷ θείῳ βουλήματι. Αὐτίκα τοίνυν τῶν ὑδάτων τὴν φύσιν μίαν οὖσαν εἰς μυρίας ἰδέας βουληθεὶς μεταβάλλει. ιϛʹ, ιζʹ. «Διδόντος χιόνα αὐτοῦ ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος. Βάλλοντος κρύσταλλον αὑτοῦ ὡσεὶ ψωμούς.» Ἐκ γὰρ τῆς μιᾶς τῶν ὑδάτων οὐσίας γίνεται μὲν ἀντίτυπος κρύσταλλος· γίνεται δὲ χιὼν μανή τε καὶ μαλακὴ, καὶ ἐρίου κάταγμα μιμουμένη· γίνεται δὲ καὶ κόνις ὑγρά. Τοιαύτη γὰρ τῆς ὁμίχλης ἡ φύσις. «Κατὰ πρόσωπον τοῦ ψύχους αὐτοῦ τίς ὑποστήσεται;» Καὶ τὸν ἀέρα δὲ μεταβάλλει ῥᾳδίως, καὶ τὸν ἄρτι φλογώδη μετ' ὀλίγον κρυμώδη ποιεῖ. ιηʹ. «Ἐξαποστελεῖ τὸν λόγον αὑτοῦ, καὶ τήξει αὐτά· πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.» Ἀλλὰ πάλιν βουληθεὶς τὸ παγὲν ὕδωρ διαλύει ῥᾳδίως, καὶ κρουνηδὸν φέρεσθαι τοῦτο ποιεῖ. Τοῦ γὰρ νότου πνέοντος, καὶ χιὼν, καὶ κρύσταλλος λύεται. Οὐχ ἁπλῶς δὲ τούτων ἐποιήσατο τὴν διήγησιν, ἀλλὰ ἕτερα διὰ τούτων σημαίνων. Καθάπερ γὰρ ἡ χιὼν