Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1985
Not analysed yet
καταφερομένη τὰ ὄρη πληροῖ· τηκομένη δὲ εἰς τοὺς παρακειμένους χωρεῖ ποταμοὺς, καὶ χωρίοις ἑτέροις ἀρδεία προσφέρεται· οὕτω τῶν θεοσδότων ἀγαθῶν ἡ φορὰ πρώτοις μὲν προσηνέχθη τοῖς Ἰουδαίοις· ἐκείνων δὲ παραπεμψαμένων τὴν χάριν, διὰ τῶν ἱερῶν ἀποστόλων, ὥσπερ διά τινων ποταμῶν, ἡ τῆς διδασκαλίας ἀρδεία προσηνέχθη τοῖς ἔθνεσιν. ιθʹ. «Ὁ ἀποστέλλων τὸ λόγιον αὑτοῦ τῷ Ἰακώβ· δικαιώματα καὶ κρίματα αὑτοῦ τῷ Ἰσραήλ.» Πάλαι μὲν τὸν νόμον, μετὰ δὲ ταῦτα καὶ τὴν χάριν· ἀλλ' ἀνάξιοι ἑκατέρων ἐδείχθησαν. κʹ. «Οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει, καὶ τὰ κρίματα αὑτοῦ οὐκ ἐδήλωσεν.» Οὐδενὶ γὰρ τῶν ἐθνῶν τὸν διὰ Μωσοῦ δέδωκε νόμον, οὔτε τὴν διὰ τῶν προφητῶν προσενήνοχεν ὠφέλειαν. Τούτους δὲ μόνους τῆς τοιαύτης ἀρδείας ἠξίωσεν· ἀλλ' ἀχάριστοι περὶ τὸν εὐεργέτην ἐγένοντο. Τὰ δὲ ἔθνη, διὰ τῶν ἱερῶν ἀποστόλων τοῦ νοεροῦ φωτὸς τὴν αἴγλην δεξάμενα, τὸν οἰκεῖον ἐπέγνω δημιουργὸν, καὶ τούτῳ προσφέρει τὸ σέβας διηνεκῶς. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΗʹ ΨΑΛΜΟΥ. αʹ. «Ἀλληλούϊα, ἀλληλούϊα. Διπλῆν ἐποιήσατο τὴν παρακέλευσιν ὁ Προφήτης, εἰς πλείονα προθυμίαν τὰς ψυχὰς παραθήγων. Ὕμνος δὲ καὶ οὗτος ἕτερος τὴν κτίσιν ἅπασαν, νοητήν τε καὶ αἰσθητὴν, λογικήν τε καὶ ἄλογον, ἔμψυχόν τε καὶ ἄψυχον, εἰς μίαν συμφωνίαν τῆς ὑμνῳδίας διεγείρων. Οὐρανὸν μέντοι καὶ γῆν, καὶ ἀβύσσους, καὶ τοὺς κατ' οὐρανὸν φωστῆρας, καὶ ὄρη, καὶ φυτὰ, καὶ τ' ἄλλα ὅσα τοιαῦτα, ὅσα ψυχῆς καὶ λόγου μετέχοντα, προσφέρειν τὸν ὕμνον παρεγγυᾷ. Ἀλλ' εἰς ταῦτα τοῦ λόγου μετειληχότας ἀποβλέπειν κελεύει, καὶ τὴν ἐν τούτοις φαινομένην σοφίαν καταμανθάνοντας τὸν Ποιητὴν ἀνυμνεῖν. «Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.» Δύο οὐρανοὺς ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι ὁ μέγας ἡμᾶς ἐδίδαξε Μωσῆς· τόνδε σὺν τῇ γῇ γεγενημένον, καὶ τὸν ὕστερον μέσον τῶν ὑδάτων προσταχθέντα γενέσθαι, ὃν καὶ στερέωμα προσηγόρευσε. Διὰ τοῦτο ἐκ τῶν οὐρανῶν, καὶ ἐκ τῶν ὑψίστων, ὑμνεῖσθαι προσέταξε τὸν Θεόν· ἀντὶ τοῦ, καὶ τοὺς ἐν τούτῳ καὶ τοὺς ἐν ἐκείνῳ διάγοντας τῶν ἀσωμάτων χορούς. Ἐπειδὴ καὶ ὁ θεῖος Μωσῆς οὐδὲν ἡμᾶς περὶ τῆς τῶν νοερῶν φύσεων δημιουργίας ἐδίδαξεν, ἀναγκαίως ὁ Προφήτης ἐνταῦθα καὶ τὴν τούτων ἐποιήσατο μνήμην. Διὸ καὶ προσφέρειν τῷ Ποιητῇ τὸν ὕμνον παρεγγυᾷ. Τοῦτο γὰρ αὐτῷ παρὰ τῶν ποιημάτων τὸ χρέος ὀφείλεται, καὶ πᾶν ὑπ' αὐτοῦ γενόμενον, καὶ λόγῳ τετιμημένον, προσήκει τοῦτο διὰ παντὸς ἐκτίνειν τὸ ὄφλημα. Εἰ δὲ τὰ κτιστὴν ἔχοντα φύσιν ὑμνεῖ, οὔτε δὲ ὁ Υἱὸς τοῖς ὑμνοῦσιν, οὔτε τὸ πανάγιον συντέτακται Πνεῦμα, δῆλον ὅτι τῆς κτιστῆς οὐχ ὑπάρχουσι φύσεως· ἣ γὰρ ἂν, πρὸ τῶν ἄλλων τὸν ποιητὴν ὕμνησαν, ὡς δικαιο-