Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1988
Not analysed yet
σύνης πηγαὶ τιμῶσαι τὸ δίκαιον. Ἀλλ' οὔτε ὁ Υἱὸς ὑμνεῖ, οὔτε τὸ πανάγιον Πνεῦμα· οὐ τοίνυν κτιστῆς ἐστι φύσεως, οὔτε ὁ Υἱὸς, οὔτε τὸ πανάγιον Πνεῦμα Ὑμνεῖται δηλονότι καὶ αὐτὸς, καὶ τὸ πανάγιον Πνεῦμα· οὗ γάρ ἐστιν ἄλλο τι μέσον τῶν ὑμνούντων καὶ ὑμνουμένων, ἀλλ' ἡ μὲν κτίσις ὑμνεῖ, ὁ δὲ Κτίστης ὑμνεῖται. Εἰ δέ τις τὸν Κτίστην οὐχ ὑμνεῖ, ὡς ἀχάριστος οὐχ ὑμνεῖ. Ἀλλὰ ταῦτα πλατύτερον ἐν τοῖς περὶ τοῦ ἁγίου Πνεύματος διεξήλθομεν λόγοις. Οὐκοῦν ἐπὶ τὰ συνεχῆ τῆς ἑρμηνείας βαδίσωμεν. βʹ. «Αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ» Ἀγγέλους καὶ δυνάμεις τὰς νοερὰς φύσεις καλεῖ. Ἀγγέλους μὲν, ὡς τὰ θεῖα διαπορθμεύοντας ῥήματα· δυνάμεις δὲ, ὡς τῶν σωματικῶν παθῶν ἐλευθέρας, καὶ πληροῦν τὰ κελευόμενα δυναμένας. «Δυνατοὶ γὰρ, φησὶν, ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ.» Πᾶσαν μέν τοι τῶν νοερῶν τὴν φύσιν διὰ τούτων περιέλαβε τῶν ὀνομάτων. Μάλα δὲ ἁρμοδίως τοὺς ἐπουρανίους χοροὺς πρώτους εἰς ὑμνῳδίαν ἐκάλεσε. γʹ. «Αἰνεῖτε αὐτὸν, ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς.» Ὁ δὲ Σύμμαχος οὕτως, Ὑμνεῖτε αὐτὸν, πάντες ἀστέρες φωτός· οὕτω δὲ καὶ οἱ ἄλλοι. Κατὰ τοὺς Ἑβδομήκοντα δὲ οὕτω νοητέον· Τῇ πρώτῃ ἡμέρᾳ τὸ φῶς ἐδημιούργησεν ὁ Θεὸς, τῇ τετάρτῃ δὲ τοὺς φωστῆρας· καὶ διὰ τοῦτο τοῦ φωτὸς χωρὶς ἐμνημόνευσεν, οὐχ ὡς καθ' ἑαυτὸ ὑφεστῶτος, ἀλλ' ὡς ἐν τοῖς φωστῆρσι διανεμηθέντος. Ταῦτα δὲ, ὡς καὶ ἤδη προειρήκαμεν, οὐκ ἔμψυχα καὶ λογικὰ συγκαλεῖ· ἀλλ' ἡμᾶς ἀφορᾷν εἰς ταῦτα, καὶ τοῦ Θεοῦ τὴν σοφίαν καταμανθάνειν, καὶ διὰ πάντων αὐτῷ πλέκειν τὴν ὑμνῳδίαν παρεγγυᾷ. δʹ. «Αἰνεῖτε αὐτὸν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ τὸ ὑπεράνω τῶν οὐρανῶν.» Τῷ στερεώματι διεχώρισεν ὁ Θεὸς τῶν ὑδάτων τὴν φύσιν, τῇ ἀῤῥήτῳ σοφίᾳ τὴν ἐπὶ πλεῖστον αὐτοῖς διανομίαν μηχανώμενος. Καὶ ἐπὶ τῶν πεπηγότων ὑδάτων τὸ ἄπειρον τῶν φωστήρων ὁδεύειν προσέταξε πῦρ· ὕδωρ δὲ καὶ πῦρ ἐναντία ἀλλήλοις· ἀλλ' ὅμως οὔτε τοῖς ὕδασι τὸ πῦρ κατασβέννυται, οὔτε τὸ πεπηγὸς ὕδωρ τῷ ἀπείρῳ πυρὶ κατατήκεται. Δείκνυσι δὲ ταῦτα τοῦ Θεοῦ τὴν ἄῤῥητον δύναμιν. Πληθυντικῶς δὲ τοὺς οὐρανοὺς ὠνόμασεν, οὐ πολλοὺς τούτους εἰδὼς, ἀλλὰ τῇ Ἑβραίων ἀκολουθήσας φωνῇ· πληθυντικῶς γὰρ τούτους ἐκεῖνοι καλοῦσιν, ὡς ἡμεῖς Ἀθήνας, καὶ τὰς Θήβας. Ἀμέλει οὓς ἐνταῦθα οὐρανοὺς οὐρανῶν ἐκάλεσεν, ἑτέρωθι οὐρανὸν οὐρανοῦ προσηγόρευσεν. «Ὁ οὐρανὸς γὰρ, φησὶ, τοῦ οὐρανοῦ τῷ Κυρίῳ.» εʹ. «Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου· ὅτι αὐτὸς εἶπε καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.» Ἄξιον γὰρ, φησὶν, ὑμνεῖν τὸν λόγῳ πάντα ταῦτα τεκτηνάμενον.