Ancient Greek · ~10 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1989
Not analysed yet
ϛʹ. «Ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· πρόσταγμα ἔθετο, καὶ οὐ παρελεύσεται.» Οὐ μόνον δὲ ἐδημιούργησεν, ἀλλὰ καὶ προμηθούμενος αὐτῶν διατελεῖ· ὅθεν καὶ τὸ διαρκὲς ἔχουσιν, ὡς ἂν αὐτὸς ἐθελήσῃ. Οὐδὲ γὰρ τοὺς ὑπ' αὐτοῦ τεθέντας ὅρους παραβῆναι δυνήσεται. Τὰ μὲν οὖν ἄψυχα, καὶ μέντοι καὶ τῶν ἄλλων τὰ γένη, τοὺς τεθέντας αἰσχύνεται νόμους· μόνη δὲ τῶν ἀνθρώπων ἡ φύσις, ἡ λόγῳ τετιμημένη, παραβαίνει τοὺς νόμους. Καὶ ἡ μὲν θάλασσα τοὺς ὅρους ἐπίσταται, καὶ τὴν ψάμμον αἰσχύνεται, καὶ νὺξ καὶ ἡμέρα τὰ τεθέντα φυλάττουσι μέτρα· ἄνθρωποι δὲ τῶν θείων νόμων καταφρονοῦσιν. Οὕτω δὲ καὶ τὰ ἐπουράνια καὶ οὐράνια εἰς κοινωνίαν τῆς ὑμνῳδίας καλέσας, εἰς τὴν γῆν μεταβαίνει τὴν κοινὴν τῶν ἀνθρώπων, καὶ τῶν ἀλόγων μητέρα. ζʹ. «Αἰνεῖτε τὸν Κύριον ἐκ τῆς γῆς.» Εἶτα κατὰ μέρος, Δράκοντες, καὶ πᾶσαι ἄβυσσοι. Μέρος τῆς γῆς ἡ θάλασσα, ἐν δὲ ταύτῃ τὰ κήτη. Ἀξιάγαστος δὲ τοῦ Δημιουργοῦ καὶ αὕτη ἡ πρόνοια, ὅτι τὰ ὑπερμεγέθη καὶ ὑπέρογκα ζῶα δημιουργήσας, τοῖς ἀπλώτοις ἐγκαθεῖρξε πελάγεσι· δείξας μὲν τῇ δημιουργίᾳ, καὶ τῇ τούτων μνήμῃ δεδιττόμενος τοὺς ἀνθρώπους, τῷ δὲ τὴν ἐντεῦθεν κωλύσαι λώβην κηρύττων τὴν ἀγαθότητα. ηʹ. «Πῦρ, χάλαζα, χιὼν, κρύσταλλος, πνεῦμα καταιγίδος.» Καὶ ταῦτα ἐξ ὑδάτων ἔχει τὴν ἀφορμήν. Ἐν ἀέρι δὲ γίνεται καὶ χάλαζα, καὶ χιὼν, καὶ κρύσταλλος, καὶ τὰ σφοδρὰ πνεύματα. Ταῦτα γὰρ καταιγίδας ἐκάλεσε. Καὶ τὸ πῦρ δὲ ὡσαύτως οὐ μόνον ἐν γῇ, ἀλλὰ καὶ ἐν ἀέρι φαινόμενον ἔστιν ἰδεῖν. Καὶ γὰρ ἀστραπαὶ, καὶ κεραυνοὶ, καὶ πρηστῆρες, ἐξ ἀέρος ἐπιφέρονται. «Τὰ ποιοῦντα τὸν λόγον αὐτοῦ.» Καὶ ταῦτα δὲ, φησὶ, τοῖς αὐτοῦ νεύμασιν εἴκει, οὐχ ὡς ἔμψυχα καὶ λογικὰ, ἀλλ' ὡς ἑπόμενα τῷ βουλήματι. Νεύοντος γὰρ τοῦ Θεοῦ τούτων ἕκαστον γίνεται. θʹ. «Τὰ ὄρη καὶ πάντες οἱ βουνοὶ, ξύλα καρποφόρα, καὶ πᾶσαι κέδροι.» Ἱκανὰ καὶ ταῦτα εἰς εὐχαριστίαν κινῆσαι ἡμῶν τὰς γλώττας. Οὐ γὰρ μόνον τὸ τούτων μέγεθος ἀξιάγαστον, ἀλλὰ καὶ ἡ ἐντεῦθεν φυομένη χρεία· πλείστη γὰρ καὶ παντοδαπή. ιʹ. «Τὰ θηρία, καὶ πάντα τὰ κτήνη.» Κατὰ διαίρεσιν καὶ ταῦτα. Οὐ γὰρ ἁπλῶς εἶπε τὰ τετράποδα, ἀλλὰ διέκρινε τῶν ἡμέρων τὰ ἄγρια. Καὶ διὰ τούτων μέντοι, καὶ δι' ἐκείνων, κελεύει τὸν Ποιητὴν ἀνυμνεῖν. Οὐδὲν γὰρ περιττὸν καὶ ἀχάριστον, εἰ καὶ τὴν ἡμετέραν διαφεύγει γνῶσιν. «Ἑρπετὰ καὶ πετεινὰ πτερωτά.» Τῇ μνήμῃ τῶν ἑρπετῶν καὶ τῶν νηκτῶν ἡ φύσις συνέζευκται· ἕρπει γὰρ ἐν τοῖς ὕδασιν. Οὕτω δὲ αὐτὰ καὶ ὁ Θεὸς προσηγόρευσεν.