Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1992
Not analysed yet
»Ἐξαγαγέτω γὰρ, ἔφη, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ τὰ πετεινὰ πετόμενα κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ.» Μετὰ ταῦτα πάντα τὸν διὰ πάντων ὑμνοῦντα καλεῖ· μετὰ πάντα γὰρ τῆς θείας ἠξιώθη δημιουργίας ὁ ἄνθρωπος. Καὶ τοῦτον δὲ κατὰ συμμορίας ἀγείρει· πρῶτον δὲ τὸν τῶν βασιλέων εἰσάγει χορὸν, εἶτα τῶν ὑπηκόων τοὺς δήμους, καί φησιν· ιαʹ. «Βασιλεῖς τῆς γῆς, καὶ πάντες λαοί.» Οὐκ ἀποστερεῖ δὲ τῆς ὑμνῳδίας, οὔτε τοὺς δευτέρους ἄρχοντας, οὔτε τοὺς μετὰ τούτους κριτὰς, ἀλλὰ καὶ τούτους τῆς ἐντεῦθεν μεταδίδωσιν ὠφελείας. «Ἄρχοντες, καὶ πάντες κριταὶ γῆς.» Καὶ ἡλικίαν δὲ ἑκάστην, καὶ γένος ἑκάτερον, τό τε ἄρσεν καὶ τὸ θῆλυ, τοῦτο κελεύει ποιεῖν· καὶ πρώτους μὲν καὶ πρώτας τοὺς τελείαν ἄγοντας τὴν ἡλικίαν. ιβʹ. «Νεανίσκοι καὶ παρθένοι.» Εἶτα ἑκάτερον ἄκρον, «Πρεσβύτεροι μετὰ νεωτέρων αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου.» Καὶ ἡ ἄωρος, φησὶν, καὶ ἔξωρος ἡλικία τὸν Θεὸν ἀνυμνείτω. ιγʹ. «Ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ μόνου.» Ἔσβεσται γὰρ ἡ μνήμη τῶν ψευδωνύμων θεῶν, καὶ μόνου τοῦ ὄντος Θεοῦ σεπτὸν τὸ ὄνομα πέφηνεν. ιδʹ. «Ἡ ἐξομολόγησις αὐτοῦ ἐπὶ γῆς καὶ οὐρανοῦ.» Οὐκ ἔτι γὰρ αὐτὸν μόνον ὑμνεῖ τὰ ἐπουράνια, ἀλλ' «Ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον· ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας.» —»Καὶ ὑψώσει κέρας λαοῦ αὐτοῦ.» Ἄμαχον δὲ, φησὶ, δείξει καὶ περίβλεπτον τὸν οἰκεῖον λαόν. Κέρας γὰρ τὴν ἰσχὺν ἐκάλεσεν, ἐκ μεταφορᾶς τῶν κερασφόρων ζώων, ἃ τὴν ἰσχὺν ἔχειν ἐν ἐκείνοις σεμνύνεται. «Ὕμνος πᾶσι τοῖς ὁσίοις αὐτοῦ.» Οὐ μόνον γὰρ ἰσχυροὺς τοὺς εἰς αὐτὸν πεπιστευκότας, ἀλλὰ καὶ ἀοιδίμους παρὰ πᾶσι ποιεῖ. «Τοῖς υἱοῖς Ἰσραὴλ, λαῷ ἐγγίζοντι αὐτῷ.» Ταύτης δὲ τῆς εὐκλείας καὶ ὁ Ἰσραὴλ ἀπήλαυσεν, ἡνίκα ἐπέλαζε τῷ Θεῷ· μετέβη δὲ νῦν μετὰ τῆς εὐσεβείας ἡ περιφάνεια, καὶ οἱ μὲν ἐγυμνώθησαν ταύτης, τὰ δὲ ἔθνη ταῖς θείαις ἀγάλλεται δωρεαῖς. ΕΡΜΗΝ. ΤΟΥ ΡΜΘʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα, ἀλληλούϊα. Τοῦτον προσφέρειν τὸν ὕμνον παρακελεύονται οἱ μετὰ τὴν ἐπάνοδον τὰ πολλὰ ἔθνη ἐκεῖνα διὰ τῆς θείας νενικηκότες ῥοπῆς. Ἔχει δὲ πρόῤῥησιν καὶ τῶν ὑπὸ τῶν Μακκαβαίων κατορθωθέντων. βʹ. «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.» Οὐ γὰρ τῶν παρανόμων, ἀλλὰ τῶν ὁσίων ἴδιον τὸν Θεὸν ἀνυμνεῖν.