Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.1993
Not analysed yet
γʹ. «Εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτὸν, καὶ υἱοὶ Σιὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν.» Πάντων μὲν Θεὸς ὁ τῶν ὅλων Θεὸς, ἰδίως δὲ τῶν Ἰσραηλιτῶν ἐχρημάτιζε βασιλεύς. Αὐτίκα τοίνυν τὴν ἀχαριστίαν νενοσηκότων, καὶ ἕτερον αὐτοῖς αἰτησάντων βασιλέα γενέσθαι, φησὶ πρὸς τὸν Σαμουὴλ ὁ Θεὸς, «Οὐ σὲ ἐξουδενήκασιν, ἀλλ' ἐμὲ, τοῦ μὴ βασιλεύειν αὐτῶν.» δʹ. «Αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ, ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.» Διὰ παντὸς ὀργάνου, φησὶ, κατὰ τὸν νόμον τὸν ἡμέτερον ὑμνήσωμεν τὸν εὐεργέτην. εʹ. «Ὅτι εὐδοκεῖ Κύριος ἐν τῷ λαῷ αὑτοῦ.» Πολλῆς ἡμᾶς, φησὶ, φιλανθρωπίας ἠξίωσε, καὶ τὴν οἰκείαν ἡμῖν ἔδειξεν ἀγαθότητα. «Καὶ ὑψώσει πραεῖς ἐν σωτηρίᾳ.» Τοὺς δὲ ἐρήμους βοηθείας, καὶ τρόποις ἀγαθοῖς κεχρημένους, ὑψηλοὺς ἀποφανεῖ καὶ περιβλέπτους. ϛʹ. «Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὑτῶν.» Καὶ οἱ τὸ δίκαιον τιμῶντες, ἐν εὐκλείᾳ γενήσονται, πολλῆς ἀπολαύοντες ἀναπαύλης. Κοίτην γὰρ τὴν ἀνάπαυλαν ἐκάλεσεν· ἀναπαύλης γὰρ ἡ κλίνη σημαντική. ζʹ. «Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν.» Διηνεκῶς δὲ τὰς θείας εὐεργεσίας κηρύττουσι, τὸν τούτων αἴτιον ἀνυμνοῦντες. «Καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. [ηʹ.] Τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλεγμοὺς ἐν τοῖς λαοῖς.» Οὐκ ἐναντίον τῇ ἀναπαύλῃ τὸ ἐν πολέμοις νικᾷν. Πάσης γὰρ ἀναπαύλης τὸ νικᾷν θυμηρέστερον. Προλέγει μέντοι διὰ τούτων τὴν τῶν Μακκαβαίων ἀνδρίαν, ᾗ χρησάμενοι, καὶ τοὺς πλησιοχώρους ἐχειρώσαντο, καὶ τοὺς Μακεδόνας κατηγωνίσαντο. θʹ. «Τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις, καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς.» Πολλὰ τοιαῦτα ὑπ' ἐκείνων κατορθῶσθαι ἡ ἱστορία διδάσκει, καὶ ῥᾴδιον τοῖς ἐντυχεῖν βουλομένοις τῆς προφητείας καταμαθεῖν τὴν ἀλήθειαν. ιʹ. «Τοῦ ποιῆσαι ἐν αὐτοῖς κρῖμα ἔγγραπτον.» Ἃ γὰρ εἰς ἐκείνους ἐνδίκως εἰργάσαντο, ἀνάγραπτα γέγονα καὶ μέχρι τήμερον ἀείμνηστον αὐτῶν τὸ κλέος διέμεινε. Τοῦτο γὰρ ἐπήγαγε· «Δόξα αὕτη ἔσται πᾶσι τοῖς ὁσίοις αὐτοῦ.» Μήτηρ γὰρ τῆς εὐκλείας ἡ ὁσιότης, καὶ οἱ ταύτης ἐργάται δι' αὐτὴν ἀοίδιμοι γίνονται. ΕΡΜΗΝ. ΤΟΥ ΡΝʹ ΨΑΛΜΟΥ. αʹ. Ἀλληλούϊα, ἀλληλούϊα. Ἐπινίκιος καὶ οὗτος ὁ ὕμνος· προλέγει δὲ τὴν ἐσομένην πᾶσιν ἀνθρώποις θεογνωσίαν. βʹ. «Αἰνεῖτε τὸν Θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ.» Ἱκανὴ γὰρ ἀφορμὴ εἰς ὑμνῳδίαν αὕτη.» Εἰ γὰρ ἀπὸ