Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.877
Not analysed yet
τῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; ἀλλ' ἢ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι καθ' ὃν τρόπον κἀκεῖνοι.» Τούτοις ἔοικε καὶ τὰ προφητικὰ ῥήματα· «Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀποῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν·» τουτέστιν ἀποστήσωμεν τὴν ἑαυτῶν καρδίαν τοῦ ὑπ' αὐτοῖς εἶναι θέλειν· ἀποτιναξώμεθα τὸν τοῦ νόμον ζυγόν· μηδὲν ἡγώμεθα τὰ ἐν τύποις, εἰ μὴ νοοῖντο πνευματικῶς· ἀσυντελὴς καταλογιζέσθω πρὸς ὄνησιν ἡ σκιὰ, εἰ μὴ τοῦ Χριστοῦ μυστήριον ἐφ' ἑαυτῇ ζωγραφεῖ. δʹ. «Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.» Ὁ γὰρ ὑπ' αὐτῶν προσηλωθεὶς, καὶ θανάτῳ παραδοθεὶς, ἐν οὐρανοῖς ὢν, καὶ τὰ πάντα περιέχων, κενὰς αὐτῶν καὶ ματαίας δείκνυσι τὰς βουλάς. Καὶ ὁ τούτου δὲ Πατὴρ, καὶ τῶν ἁπάντων Δεσπότης, τὴν ἀξίαν αὐτοὺς εἰσπράξεται δίκην. εʹ. «Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς.» Καὶ τούτων δὲ τῶν ῥημάτων τὴν ἑρμηνείαν διδάσκει τῶν πραγμάτων τὸ τέλος· στρατιὰ γὰρ αὐτοῖς ἐπιστᾶσα Ῥωμαϊκὴ τήν τε πόλιν ἐπόρθησε, καὶ ἐνέπρησε τὸν νεὼν, καὶ αὐτῶν τοὺς μὲν πλείστους θανάτῳ παρέπεμψε, τοὺς δὲ τὴν σφαγὴν ἐκφυγόντας ἐξανδραποδίσασα, δουλείᾳ παρέδωκεν. Ἐπιστῆσαι δὲ προσήκει τὸν νοῦν, ὡς δύο προσώπων ἐφεξῆς μέμνηται· καὶ πρῶτον μὲν Κυρίου καὶ Χριστοῦ· «Κατὰ τοῦ Κυρίου γὰρ, ἔφη, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·» εἶτα κατοικοῦντος ἐν οὐρανοῖς, καὶ Κυρίου· «Ὁ κατοικῶν γὰρ ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς.» Καὶ αὖθις δὲ τὸ αὐτὸ διετήρησε σχῆμα. ϛʹ. «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ.» Καὶ ἐνταῦθα δὲ στίξαι προσήκει, καὶ τότε ἐπαγαγεῖν, «Ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ διαγγέλλων τὸ πρόσταγμα Κυρίου.» Οὐ γὰρ τοῦ Σιὼν ὄρους βασιλεύει μόνου, ἀλλ' ὁρατῶν καὶ ἀοράτων, καὶ πάσης τῆς κτίσεως. Ἐπὶ δὲ τοῦ Σιὼν ὄρους, καὶ τῆς Ἰουδαίας, τὴν θείαν αὐτοῦ διδασκαλίαν τοῖς προσιοῦσι προσήνεγκεν· οἱ δέ γε ταύτην δεξάμενοι μετωχέτευσαν εἰς ἅπασαν τὴν οἰκουμένην τὰ νάματα, τοῖς θείοις αὐτοῦ πεισθέντες προστάγμασι. «Πορευθέντες γάρ, φησι, μαθητεύσατε πάντα τὰ ἔθνη.» Τὸ δὲ, «ἐγὼ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ,» ἀνθρωπίνως λέγει· ὡς γὰρ Θεὸς, ἔμφυτον ἔχει τὴν βασιλείαν· ὡς δὲ ἄνθρωπος, χειροτονητὴν δέχεται ταύτην· ὅτι δὲ ὡς Θεὸς ἄναρχον ἔχει τὸ κράτος, ὁ αὐτὸς διδάσκει προφήτης λέγων· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.» Τοῦτον δὲ