Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.880
Not analysed yet
τὸν ψαλμὸν ὁ μακάριος Παῦλος εἰς τὸν Υἱὸν εἰρῆσθαί φησιν· ἀλλ' ὅμως καὶ ἔχει τὴν βασιλείαν ὡς Θεὸς, καὶ λαμβάνει ὡς ἄνθρωπος. Οὕτως ὕψιστος ὀνομαζόμενος ὡς Θεὸς, ὑψώθη ὡς ἄνθρωπος. Καὶ ὁ μὲν Δαβὶδ τὸ θεῖον ὕψος κηρύττων βοᾷ, «Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Καὶ ὁ Ζαχαρίας πρὸς τὸν Ἰωάννην, «Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ.» Τὸ δ' ἀνθρώπινον ὕψος ὁ μακάριος Παῦλος διδάσκει λέγων, «Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.» Καὶ μὴν τὸ Υἱὸς μονογενὴς ὄνομα πρὸ τῶν αἰώνων εἶχεν ὁ Θεὸς Λόγος τῷ πράγματι συμφυές· ἀλλ' ὅμως ἔχων ὡς Θεὸς τὴν τοῦ Υἱοῦ προσηγορίαν, λαμβάνει αὐτὴν καὶ ὡς ἄνθρωπος. Διὸ καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ ἐπήγαγε λέγων.» ζʹ. «Κύριος εἶπε πρός με, Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε.» Ταύτην δὲ τὴν φωνὴν οὐκ ἄν τις, τῇ τοῦ θείου Πνεύματος διδασκαλίᾳ πειθόμενος, τῇ θεότητι προσάψοι τοῦ Δεσπότου Χριστοῦ. Περὶ γὰρ ἐκείνης ἀκούσωμεν τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ Δαβὶδ λέγοντος· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε.» Ὡς ἄνθρωπος τοίνυν καὶ ταύτην δέχεται τὴν φωνὴν, ὡς ἄνθρωπος καὶ τῶν ἐπαγομένων ἀκούει. ηʹ. «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ὡς γὰρ Θεὸς, ποιητής ἐστι τῶν ἁπάντων· «Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν·» καὶ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα.» Εἰ Δεσπότης ἐστι καὶ δημιουργὸς τῶν ὅλων, καὶ Δεσπότης ἐστὶ καὶ Κύριος ὧν ἐποίησεν· ἀλλ' ὅμως καὶ φύσει Δεσπότης ὢν ὡς Θεὸς, λαμβάνει καὶ ὡς ἄνθρωπος τῶν ὅλων τὴν δεσποτείαν. Καὶ ἐπειδὴ πάλαι μόνον Ἰουδαίων ἐδόκει προμηθεῖσθαι, «Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου λαὸς Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ·» ἀπεβλήθη δὲ οὗτος, ὡς οὐδεμίαν ὠφέλειαν ἐκ τῆς κηδεμονίας δεξάμενος· εἰκότως ἐπὶ τὰ ἔθνη μεταφέρει τὴν προμήθειαν, οὐδὲ πάλαι τούτων ἠμεληκὼς, τὴν δὲ Μωσαϊκὴν χρησμολογίαν πληρῶν· ἐκείνου γάρ ἐστι φωνὴ, «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.» Ἔστι δὲ καὶ τὴν ἔκβασιν εὑρεῖν τῇ προῤῥήσει συμβαίνουσαν. Τοὺς γὰρ ἐξ Ἰουδαίων πεπιστευκότας, οὐ τοὺς δώδεκα μόνον ἀποστόλους, ἀλλὰ καὶ τοὺς ἑβδομήκοντα μαθητὰς, καὶ τοὺς ἑκατὸν εἴκοσιν, ὧν συνηγμένων ὁ μακάριος ἐδημηγόρησε Πέτρος, καὶ τοὺς πεντακοσίους, οἷς μετὰ τὴν ἀνάστασιν ὤφθη κατὰ ταὐτὸν κατὰ