Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.881
Not analysed yet
τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, καὶ τοὺς τρισχιλίους, καὶ τοὺς πεντακισχιλίους οὓς ὁ τῶν ἀποστόλων κορυφαῖος δημηγορῶν ἐσαγήνευσε, καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, «Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων·» τούτους δὴ, καὶ πρὸς τούτοις τοὺς κατὰ πᾶσαν τὴν οἰκουμένην ἐξ Ἰουδαίων πεπιστευκότας λαὸν ἅγιον ἀποφήνας, καὶ διὰ τούτων τὰ ἔθνη πάντα ζωγρήσας, πληροῖ τὴν προφητείαν τὴν λέγουσαν· «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.» Πληροῖ δὲ πρὸς ταύτῃ καὶ τὴν οἰκείαν πρόῤῥησιν, ἣν πρὸς Ἰουδαίους ἐποιήσατο λέγων, «Καὶ ἄλλα δὲ πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.» Τοῦτο καὶ ἐν τῷ προκειμένῳ λέγει ψαλμῷ, «Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ἀλλὰ γὰρ ἔπεισί μοι τὴν τῶν Ἰουδαίων ἀπιστίαν ὀδύρεσθαι, οἳ τῆς προφητείας ἀκούοντες τῶν τῆς γῆς περάτων ἀντικρὺς μεμνημένης, καὶ εἰδότες ὡς οὐδεὶς τῶν παρ' αὐτῶν βασιλέων τοσαύτην ἡγεμονίαν ἐκτήσατο, ἀλλὰ μόνος ὁ ἐκ Δαβὶδ κατὰ σάρκα βλαστήσας Δεσπότης Χριστὸς, τυφλώττουσι τῆς διανοίας τὰ ὄμματα, καὶ τὴν προφητείαν τὴν λαλοῦσαν, «Ψηλαφοῦσιν, ὡς τυφλοὶ τοῖχον, καὶ οὐχ ὡς ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι.» Τούτου δὴ χάριν καὶ ἀπειλεῖ αὐτοῖς ὁ προφητικὸς λόγος. θʹ. «Ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς.» Τῇ Ῥωμαϊκῇ δηλονότι βασιλείᾳ, ἣν σίδηρον τροπικῶς, διὰ τὸ ἰσχυρόν τε καὶ ἀῤῥαγὲς, ἡ τοῦ Δανιὴλ προφητεία καλεῖ· καὶ συντρίψει αὐτοὺς πηλίνων δίκην σκευῶν. Ἐπειδὴ γὰρ αὐτὸν μόνον ἔχειν ἠρνήθησαν βασιλέα, μεγάλῃ δὲ κεχρημένοι βοῇ ἔλεγον, «Ἡμεῖς οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα,» ἐπέστησεν αὐτοῖς ὃν ᾔτησαν Καίσαρα, καὶ διὰ τῆς ἐκείνων στρατιᾶς τῆς ἀσεβείας ποινὴν εἰσεπράξατο. Εἰ δέ τις μὴ περὶ Ἰουδαίων, ἀλλὰ περὶ ἐθνῶν, ταῦτα νομίζει εἰρῆσθαι, οὕτω νοῆσαι προσήκει· ὅτι ποιμανεῖ τὰ ἔθνη ἐν ῥάβδῳ σιδηρᾷ, τῇ ἰσχυρᾷ αὐτοῦ καὶ ἀῤῥαγεῖ βασιλείᾳ· καὶ συντρίψει αὐτοὺς, ὡς σκεύη κεραμέως, ἀναλύων καὶ ἀναπλάττων διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας, καὶ τῷ πυρὶ τοῦ Πνεύματος στερεμνίους ἀπεργαζόμενος. Οὕτω ταῦτα προαγορεύσας ὁ μακάριος Δαβὶδ, παραινεῖ λοιπὸν καὶ βασιλεῦσι καὶ ὑπηκόοις προσδραμεῖν τῷ Σωτῆρι. καὶ τοὺς σωτηρίους ἀσπάσασθαι νόμους, καὶ τῇ δι' ἐκείνων παιδείᾳ καὶ διδασκαλίᾳ τὴν ὠφέλειαν καρπώσασθαι· Φησὶ γάρ·