Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.884
Not analysed yet
ιʹ. «Καὶ νῦν, βασιλεῖς, σύνετε· παιδεύθητε πάντες οἱ κρίνοντες τὴν γῆν.» Πάντων γὰρ ἡμῶν βασιλεὺς, ὁ πάλαι δόξας μόνων Ἰουδαίων κρατεῖν. ιαʹ. «Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ.» Οὐ γὰρ δεῖ μόνῃ τῇ φιλανθρωπίᾳ θαῤῥῆσαι, ἀλλὰ καὶ τὴν ταύτῃ συνημμένην δικαιοσύνην, ἀγαλλομένους ἐπὶ τῇ σωτηρίᾳ καὶ χαίροντας, δεδιέναι καὶ τρέμειν. «Ὁ γὰρ δοκῶν, φησὶν, ἑστάναι, βλεπέτω μὴ πέσῃ.» [Ἐπειδ' ἂν γὰρ φοβηθέντες τὸν Δεσπότην τὰ προσήκοντα διαπραξώμεθα, πλείστην ἐκ τῶν πραχθέντων ἡμῖν ἔχομεν τὴν εὐφροσύνην ἐγγινομένην, τοῦ συνειδότος ἀγαθοῦ μὲν τυγχάνοντος, μεγίστην δὲ ἡμῖν διὰ τούτου τὴν χαρὰν παρεχομένου.] «Ἐν τρόμῳ» δὲ, τουτέστιν, ἐν κατανύξει· μήποτε ἡ τοῦ Θεοῦ χαρὰ εἰς τὴν τοῦ κόσμου μεταπέσῃ χαράν. ιβʹ. «Δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος, καὶ ἀπόλησθε ἐξ ὁδοῦ δικαίας.» Οὐκ ἀρκεῖ γὰρ μόνη τῆς θεογνωσίας ἡ κτῆσις εἰς τελειότητα· ἀλλὰ χρὴ καὶ τὴν πρακτικὴν μετελθεῖν ἀρετήν· ἧς ἐπιλαμβανόμενοι τὴν ἀπλανῆ πορείαν ὁδεύσετε. ιγʹ. «Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ· μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ.» Ἐν γὰρ τῷ τῆς κρίσεως καιρῷ, τῆς ὑμετέρας κακίας, οἷόν τινος ὕλης εὐπρήστου, καθάπερ πῦρ τὴν θείαν ἐκκαιούσης ὀργὴν, πόῤῥω που γενήσεσθε τῆς τῶν δικαίων ὁδοῦ, δίκας τίνοντες ὧν κατὰ τόνδε τὸν βίον πεπλημμελήκατε. Τηνικαῦτα δὲ καὶ οἱ ἀληθῶς καὶ βεβαίως εἰς αὐτὸν ἠλπικότες, λήψονται τῆς ἐλπίδος καρπὸν, τὸν μακαρισμόν. «Μακάριοι γὰρ, φησὶν, οἱ πεποιθότες ἐπ' αὐτῷ.» Εἰ καὶ γὰρ κατὰ τὸν παρόντα βίον τὸν μακαρισμὸν ἔχουσιν οἱ τῆς ἀρετῆς ἀθληταὶ, ἀλλ' οὖν ἀληθέστερον αὐτὸν δέξονται κατ' ἐκείνην τὴν ἡμέραν, καθ' ἣν οἱ πονηρίᾳ συνεζηκότες τὴν θείαν ὀργὴν καθ' ἑαυτῶν ἐπισπάσονται. ΕΡΜΗΝ. ΤΟΥ Γʹ ΨΑΛΜΟΥ. αʹ. «Ψαλμὸς τῷ Δαβὶδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὑτοῦ.» Δήλη μὲν τοῖς ἐμμελεστέροις ἡ ἱστορία· τῶν δὲ ῥᾳθυμοτέρων ἕνεκα συντόμως ταύτην ἐρῶ. Μετὰ τὴν διπλῆν ἐκείνην παρανομίαν, ὁ μέγας Δαβὶδ πολλαῖς καὶ παντοδαπαῖς περιέπεσε συμφοραῖς. Οὐ γὰρ μόνον τὰ προσοικοῦντα ἔθνη πρὸς μάχην ἐκινήθη καὶ πόλεμον, ἀλλὰ καὶ αὐτὸς ὁ οἶκος τὴν στάσιν ἐδέξατο, καὶ παρανομία παρανομίαν διεδέξατο.