Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.885
Not analysed yet
Τὴν τοῦ Ἀμνὼν ἀκολασίαν ἡ τοῦ Ἀβεσσαλὼμ μιαιφονία, καὶ τὴν ἀδελφοκτονίαν ἡ κατὰ τοῦ πατρὸς ἐπανάστασις, καὶ ἡ τῶν ὑπηκόων ἀπόστασις. Προμηθουμένης γὰρ τῆς θείας χάριτος, τούτων οὐδὲν ἐπέλασε τῷ Δαβίδ· ἐκείνης δὲ διὰ τὴν γεγενημένην ἀποστάσης παρανομίαν, χῶραν ἔλαβεν ἡ κακία, καὶ τραγῳδίας ἄξια δέδρακε, καὶ φορὰν ἐβλάστησε συμφορῶν. Κατ' ἐκεῖνον τοίνυν τὸν καιρὸν, τὸν πατραλοίαν ἀποδιδράσκων υἱὸν, καὶ τοὺς σὺν αὐτῷ τὴν πρὸς αὐτὸν ἀναδεξαμένους παράταξιν, τοῦτον ἔγραψε τὸν ψαλμόν· τοῦ θείου Πνεύματος δηλονότι καὶ τηνικαῦτα ἐνηργηκότος διὰ τὴν θερμὴν ὑπ' αὐτοῦ γεγενημένην μετάνοιαν. βʹ, γʹ. «Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με. Πολλοὶ ἐπανίστανται ἐπ' ἐμέ. Πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.» Πολλοὶ μέν τοι, καὶ παντοδαποὶ πολέμιοι πολλαχόθεν προσβάλλουσιν· ἀνιῶσι δέ με πλέον οἱ ἐπιτωθάζοντες, καὶ τῆς σῆς προμηθείας γεγυμνῶσθαί με λέγοντες. Ἐγὼ δὲ οἶδα, ὡς οὐκ ἀνέξῃ με παριδεῖν, καί τοι πεπλημμεληκότα μεγάλα. Ἀλλὰ τὸν νῦν ταπεινὸν διὰ τὴν ἁμαρτίαν γεγενημένον ὑψώσεις, καὶ κρείττονα δείξεις τῶν δυσμενῶν· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· δʹ. «Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου, καὶ ὑψῶν τὴν κεφαλήν μου.» Οὐδὲ γὰρ τῇ βασιλείᾳ, καὶ τῇ δυναστείᾳ θαῤῥῶ, ἀλλὰ σὲ δόξαν ἐμὴν εἶναι πιστεύω, καὶ ὑπὸ τῆς σῆς ἐλπίζω ταχέως ὑψωθήσεσθαι δεξιᾶς. εʹ. «Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.» Διά τοι τοῦτο μετὰ πάσης προθυμίας προσφέρω σοι τὰς δεήσεις, εἰδὼς ὅτι παραυτίκα τὰς αἰτήσεις παρέξεις. Οὐ φωνὴν δὲ ἐνταῦθα καὶ βοὴν τὴν κραυγὴν νοητέον, ἀλλὰ τὴν τῆς ψυχῆς προθυμίαν. Οὕτω γὰρ καὶ ὁ τῶν ὅλων Θεὸς πρὸς σιγῶντα τὸν μακάριον ἔφη Μωσῆν· «Τί βοᾶς πρός με;» βοὴν τὴν σιγὴν ὀνομάζων διὰ τὴν σπουδαίαν τῆς διανοίας εὐχήν. Τὸ δὲ, «Εἰσήκουσέ μου ἐξ ὄρους ἁγίου αὑτοῦ,» κατὰ τὴν πάλαι κατέχουσαν εἴρηται δόξαν. Ἐνομίζετο γὰρ ἐν τῇ σκηνῇ κατοικεῖν ὁ τῶν ὅλων Θεὸς, ἐπειδὴ καὶ τοὺς χρησμοὺς ἐκεῖθεν τοῖς ἱερεῦσιν ἐδίδου. ϛʹ. «Ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου.» Νύκτα τὰς συμφορὰς πολλάκις ἡ θεία καλεῖ Γραφή· ἐπειδὴ ὡς ἐν σκότει διάγειν νομίζουσιν οἱ τοῖς ἄγαν ἀνιαροῖς περιπίπτοντες· ταῖς δὲ νυξὶν ὁ ὕπνος συνέζευκται· σημαίνει τοίνυν κατὰ ταυτὸν τὰς θλί-