Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.888
Not analysed yet
ψεις, καὶ τὴν τούτων ἀπαλλαγήν. Τὸ γὰρ «Ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου,» τοῦτο δηλοῖ, ὅτι Τῆς θείας ἀπολαύσας ῥοπῆς κρείττων ἐγενόμην τῶν προσπεσόντων κακῶν. Διὸ, ζʹ. «Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι· ἀνάστα, Κύριε, σῶσόν με ὁ Θεός μου.» Ἀρκεῖς γὰρ καὶ παρὼν τὰς πολλὰς μυριάδας διασκεδάσαι. ηʹ. «Ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας.» Τελείας μοι τοίνυν μετάδος τῆς σωτηρίας· καὶ καθάπερ πολλάκις ἄδικον κατ' ἐμοῦ δυσμένειαν ἐσχηκότας, καὶ ὁμοφύλους καὶ ἀλλοφύλους, καὶ Ἰσραηλίτας καὶ Ἀμαληκίτας, καὶ μέντοι καὶ αὐτὸν τὸν Σαοὺλ, ποινὴν εἰσεπράξω τῆς ἀδικίας· οὕτω με καὶ νῦν τῆς σωτηρίας ἀξίωσον. Τὸ δὲ, «Ὀδόντας ἁμαρτωλῶν συνέτριψας,» ἀντὶ τοῦ, Πάσης αὐτοὺς ἐγύμνωσας ἰσχύος, ἐκ μεταφορᾶς τῶν θηρίων, ἃ τῶν ὀδόντων στερούμενα, εὐκαταφρόνητα λίαν ἐστὶ καὶ εὐκαταγώνιστα. θʹ. «Τοῦ Κυρίου ἡ σωτηρία.» Οὐκ ἔχων. φησὶν, εἰς ἄνθρωπον τὴν ἐλπίδα, ἀλλὰ παρὰ σοῦ τὴν σωτηρίαν προσμένω· οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ ὁ σὸς λαὸς ὁ σὺν ἐμοὶ πολεμούμενος. Κήδομαι δὲ καὶ αὐτῶν τῶν πολεμούντων· καὶ γὰρ ἐκεῖνος σὸς χρηματίζει λαός. Δὸς τοίνυν, Δέσποτα, καὶ τούτοις, κἀκείνοις, τῆς εἰρήνης τὴν εὐλογίαν· τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· «Καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου.» Καὶ γὰρ ὁ μακάριος Μωσῆς ταῖς εὐλογίαις τὴν εἰρήνην συντάττει· εὑρίσκομεν δὲ κἀν τῇ ἱστορίᾳ σφόδρα τοῦ λαοῦ κηδόμενον τὸν μακάριον Δαβὶδ, καὶ αὐτοῦ τοῦ πατραλοίου παιδὸς, καὶ μᾶλλον τῆς εἰρήνης, ἢ τῆς κατὰ τοῦ λαοῦ προμηθούμενον νίκης. ΕΡΜΗΝ. ΤΟΥ Δʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Δαβίδ·» Ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων, τῷ νικοποιῷ ἡρμήνευσαν· ὁ δὲ Σύμμαχος, ἐπινίκιος. Σημαίνει δὲ τὸ μὲν εἰς τὸ τέλος, ὅτι μακροῖς ὕστερον χρόνοις πληρωθήσεται τὰ προφητευόμενα. Προηγόρευσε δὲ ἐν τῷ τέλει τοῦ ψαλμοῦ, τὴν ἐκ νεκρῶν ἀνάστασιν, εἰρηκώς· «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκησάς με.» Κατὰ δέ γε τοὺς λοιποὺς, ὕμνος ἐπινίκιος τῷ νικοποιῷ προσφέρεται Θεῷ ὁ παρὼν ψαλμὸς ὑπὸ τοῦ μακαρίου Δαβὶδ, μετὰ τὴν γενομένην τοῦ Ἀβεσσαλὼμ νίκην. Ἔοικε γὰρ τούτοις ὁ ψαλμὸς εἰρῆσθαι μετὰ