Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.889
Not analysed yet
τὴν ἐκείνου τοῦ πολέμου διάλυσιν· ἐν γὰρ τῷ πρὸ τούτου ψαλμῷ ὁ μακάριος ἔφη Δαβίδ· «Πολλοὶ λέγουσι τῇ ψυχῇ μου, Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.» Ἐν δὲ τούτῳ φησὶν, «Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι, ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος; Καὶ γνῶτε, ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὑτοῦ.» Διδάσκει τοίνυν ἐν τῷ παρόντι ψαλμῷ τοὺς ἀθεΐαν νοσοῦντας, καὶ προνοεῖν τὸν Θεὸν, καὶ κυβερνᾷν τὰ ἀνθρώπινα, μὴ νομίζοντας, ὡς ἔστιν ὁ ἐφορῶν καὶ πρυτανεύων ἅπαντα· καὶ εἰς ἀπόδειξιν τῆς διδασκαλίας τὰ καθ' ἕκαστον διηγεῖται. βʹ. «Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου.» Μάθετε, φησὶν, ἐκ τῶν εἰς ἐμὲ γεγενημένων, ὅπως ἐφέστηκε τοῖς ἀνθρωπίνοις ὁ τῶν ὅλων Θεὸς, καὶ τῶν εἰλικρινῶς ἐπικαλουμένων ἀκούει. Ἐγὼ γοῦν παραυτίκα προσενεγκών μου τὴν δέησιν ἔτυχον τῆς αἰτήσεως. Τὸ δὲ, «Τῆς δικαιοσύνης μου,» ἀντὶ τοῦ τῆς δικαίας μου αἰτήσεως τέθεικεν. Οὐδὲ γὰρ ἴδιον τοῦ φρονήματος τοῦ Δαβὶδ δικαιοσύνην αὐτῷ καὶ ἀρετὴν μαρτυρεῖν· ἔοικε δὲ ταυτὶ τὰ ῥήματα τοῖς διὰ τοῦ Ἡσαΐου ὑπὸ τοῦ Θεοῦ εἰρημένοις, «Τότε καλέσεις, ἐγὼ δέ σου ὑπακούσομαι· ἔτι λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ πάρειμι.» —»Ἐν θλίψει ἐπλάτυνάς μοι.» Εἴωθεν ὁ τῶν ὅλων Θεὸς συγχωρεῖν μὲν γίνεσθαι τοῖς ἁγίοις τὰ λυπηρά· μετὰ δὲ τὴν γυμνασίαν καὶ δοκιμασίαν ἀνακηρύττειν τοὺς ἀθλητάς· καὶ μέντοι καὶ ἐν αὐτοῖς τοῖς πειρασμοῖς πᾶσαν προσφέρειν ψυχαγωγίαν. Τοῦτο καὶ ἐνταῦθα ὁ μέγας διδάσκει Δαβὶδ, ὅτι Ἐν αὐταῖς ταῖς θλίψεσι τῆς σῆς ἐπικουρίας καὶ ψυχαγωγίας ἀπήλαυσα. Τοιοῦτόν ἐστι τὸ ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων πρὸς τὸν θεσπέσιον Παῦλον εἰρημένον, «Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.» γʹ. «Οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου.» Οὐ λαμβάνει κόρον ὁ δίκαιος προσευχῆς· ἀλλὰ καὶ δεόμενος, καὶ εὐμενείας ἀπολαύων, καὶ τῆς δεήσεως τρυγῶν τοὺς καρποὺς ἐπιμένει τὰς ἱκετείας προσφέρων, ἅτε δὴ τὴν ἐντεῦθεν ἐσομένην ἐπιστάμενος ὠφέλειαν. δʹ. «Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος;» Ἐκ τῶν εἰς ἐμὲ γεγενημένων μάθετε, ὦ ἄνθρωποι, τῶν ὅλων τὸν πρύτανιν· ὅπως καὶ ἐφορᾷ τὰ ἀνθρώπεια, καὶ τοῖς ἐπιμελῶς προσιοῦσι τὰς αἰτήσεις ὀρέγει· καὶ τοὺς ματαίους ὑμῶν λογισμοὺς ἀποῤῥίψαντες. εʹ. «Γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου, ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.» Οὐ γὰρ ἁπλῶς με τῶν προσπε-