Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.892
Not analysed yet
σουσῶν ἠλευθέρωσε συμφορῶν, ἀλλὰ καὶ περιφανῆ, καὶ περίβλεπτον διὰ τῆς νίκης πεποίηκε· τοῦτο γὰρ εἶπεν, «ἐθαυμάστωσε·» καὶ ἐπιμένει διηνεκῶς τὰς ἐμὰς δεήσεις δεχόμενος. Ὅσιον δὲ πάλιν ἐνταῦθα ἀντὶ τοῦ τὸν ἀθῶον τέθεικε, καὶ τὸν οὐδὲν ἠδικηκότα τοὺς πολεμοῦντας, ἀλλ' ὑπ' αὐτῶν ἠδικημένον. Βαρυκαρδίους δὲ τοὺς ἀπίστους εἰκότως ὠνόμασεν, ὡς ἀναβλέπειν πρὸς Θεὸν οὐκ ἐθέλοντας, καὶ τὰς θείας οἰκονομίας οὐ βουλομένους ὁρᾷν· ἐκ μεταφορᾶς τῶν ὑπό τινος οἰνοφλυγίας βαρυνομένων τὴν κεφαλὴν ἐκ τῶν κάτωθεν ἀναπεμπομένων ἀτμῶν, καὶ μύειν τοὺς ὀφθαλμοὺς ἀναγκαζομένων, καὶ διανοίγειν οὐ δυναμένων. Ὀργίζεσθε. Ἐνταῦθα ὑποστικτέον, καὶ οὕτως τὰ λοιπὰ ἀναγνωστέον, «καὶ μὴ ἁμαρτάνετε.» Ἀγανακτεῖτε, φησὶ, καὶ δυσχεραίνετε τοὺς ἀδίκως ὑμῖν ἐπανισταμένους εὐημεροῦντας ὁρῶντες. Ἀλλὰ μὴ αὔξετε κακὸν τῷ κακῷ, πείθειν καὶ τοὺς ἄλλους πειρώμενοι, ὡς ἄτακτα πάντα καὶ ἀκυβέρνητα φέρεται. Τούτων γὰρ τοὐναντίον προσήκει ποιεῖν, τῶν μεθ' ἡμέρας γινομένων ἁμαρτάδων σφᾶς αὐτοὺς νύκτωρ τὰς εὐθύνας εἰσπράττειν. «Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.» Ἐπειδὴ γὰρ ὁ νυκτερινὸς καιρὸς τῶν ἔξωθεν θορύβων ἀπηλλαγμένος πολλὴν παρέχει τοῖς λογισμοῖς ἡσυχίαν· εἰκότως ἐν τούτῳ τὴν ἐξέτασιν ποιεῖσθαι «προσέταξε τῶν ἐν ἡμέρᾳ λεγομένων ἢ πραττομένων, καὶ τῷ τῆς κατανύξεως φαρμάκῳ τὰ τραύματα θεραπεύειν ἐνομοθέτησε.» ϛʹ. «Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.» Καὶ διὰ τούτων τῶν ῥημάτων τὴν νομικὴν λατρείαν, ὡς περιττὴν, ἀποπέμπεται, καὶ τὴν τῆς δικαιοσύνης θυσίαν προσφέρειν νομοθετεῖ· πάσης γὰρ ἑκατόμβης καὶ χιλιόμβης τῆς δικαιοσύνης ἡ κτῆσις θυμηρεστέρα τῷ Θεῷ, συνημμένης αὐτῇ δηλονότι τῆς εἰς αὐτὸν ἐλπίδος. Ἐπεὶ πολλοὶ καὶ Ἑλλήνων καὶ Ἰουδαίων, καὶ τῶν τἀναντία φρονούντων αἱρετικῶν, καὶ σωφροσύνην, καὶ δικαιοσύνην ἔστιν ὅτε μετίασιν· ἀλλὰ τῆς εὐσεβείας ἐστερημένοι, καρπὸν ἐντεῦθεν οὐδένα πορίζονται. Διὸ τὸ πανάγιον Πνεῦμα διὰ τοῦ θεσπεσίου Δαβὶδ παρεγγυᾷ, οὐ μόνον θῦσαι θυσίαν δικαιοσύνης, ἀλλὰ καὶ ἐλπίσαι ἐπὶ Κύριον. Οὕτω δὲ καὶ ὁ Δεσπότης Χριστός φησι τοῖς ἑαυτοῦ μαθηταῖς, «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστι.» Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν, αἴρει αὐτό· καὶ οὐχ ἁπλῶς εἶπε, «Μὴ φέρον καρπὸν,» ἀλλ' «ἐν ἐμοὶ μὴ φέρον καρπὸν,» τουτέστι, κατὰ τὰς ἐμὰς ἐντο-