Ancient Greek · ~8 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.893
Not analysed yet
λὰς, κατὰ τὰς ἐμὰς νομοθεσίας, μετὰ τῆς εἰς ἐμὲ πίστεως ὥς τινων καὶ δίχα τῆς εἰς αὐτὸν ὁμολογίας διὰ δόξαν ἀνθρωπίνην ἀρετῆς ἐπιμελεῖσθαι δοκούντων. «Πολλοὶ λέγουσι, Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Αἰνίττεται οὓς βαρυκαρδίους ὠνόμασεν, ὡς δυσχεραίνοντας ἐπὶ τοῖς προσπίπτουσι λυπηροῖς, λέγειν τοῦτο τολμῶντας ζʹ. «Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε· ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου.» Ἐκεῖνοι μὲν οὖν τοιαῦτα καὶ λογίζονται καὶ φθέγγονται· ἡμεῖς δὲ οἱ τῆς σῆς θεογνωσίας τὴν αἴγλην δεξάμενοι, καὶ ταῖς παρὰ σοῦ φωτισθέντες ἀκτῖσι, καὶ ἐν αὐταῖς ταῖς ἐπανισταμέναις ἡμῖν συμφοραῖς ἀποχρῶσαν ἔχομεν παραψυχὴν τὴν εἰς σὲ ἐλπίδα. ηʹ. «Ἀπὸ καρποῦ σίτου, οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.» Πάλιν ἐκείνων κατηγορεῖ τῶν λεγόντων· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» ὡς τοσούτων καὶ κατὰ τὸν παρόντα βίον ἀπολαυόντων, καὶ ἀχαριστίαν νοσούντων. Ἔστι δὲ τὸ νόημα μεθυπέρβατον· «Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθά; ἀπὸ καρποῦ σίτου, καὶ οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.» Καίτοι, φησὶν, οἱ ταῦτα λέγοντες τῶν παντοδαπῶν τῆς γῆς καρπῶν ἀπολαύουσι· διὰ γὰρ τῶν τριῶν τούτων εἰδῶν τῶν τῇ ἀνθρωπείᾳ φύσει διαφερόντων, ἀναγκαίως καὶ τὰ ἄλλα συμπεριέλαβεν ἀγαθά· τὴν ἐκείνων ἐλέγχων ἀγνωμοσύνην, ὅτι καὶ ἐν ταῖς χερσὶ φέροντες τὰς τοῦ Θεοῦ δωρεὰς, καὶ φιλοτίμως αὐτοῦ τοῖς ἀγαθοῖς ἐντρυφῶντες, ὡς μηδενὸς ἀπολαύοντες λέγειν τολμῶσι· «Τίς δείξει ἡμῖν τὰ ἀγαθά;» Ἐγὼ δὲ τοῦ σοῦ φωτὸς ἀπολαύσας, καὶ τὴν γνῶσιν κτησάμενος, θʹ, ιʹ. «Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω. Ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με.» Πάντα γὰρ θόρυβον, καὶ διχόνοιαν τῶν λογισμῶν ἐξελάσας, καὶ τούτοις πρυτανεύσας εἰρήνην, καὶ ταῦτα περὶ τῆς ἀγαθῆς σου προνοίας διδάξας φρονεῖν, ἐπ' ἐλπίδι τῆς ἀναστάσεως τὸν θάνατον δέξομαι. Ὕπνον γὰρ ἐνταῦθα τὸν θάνατον προσηγόρευσεν. Εἰκότως δὲ μάλα τῇ τοῦ θανάτου μνήμῃ τὴν ἐλπίδα συνέζευξε, τοὺς περὶ προνοίας λόγους διεξελθών. Ἐπειδὴ γὰρ πολλοὶ κατὰ τὸν παρόντα βίον δυσπραγίᾳ περιπεσόντες, καὶ ὑπὸ τῶν πονηρίᾳ συζώντων ἀδικούμενοι, δέχονται τοῦ βίου τὸ τέλος οὐδεμιᾶς τινὸς ἐπικουρίας τετυχηκότες, διδάσκει μὴ δυσχεραίνειν ὁ μέγας Δαβὶδ, ὡς τῆς ἐλπίδος τῷ θανάτῳ συνεζευγμένης, καὶ μετὰ θάνατον τῆς ἀντιδόσεως ἐσομένης.