Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.896
Not analysed yet
ΕΡΜΗΝ. ΤΟΥ Εʹ ΨΑΛΜΟΥ. αʹ. «Εἰς τὸ τέλος ὑπὲρ τῆς κληρονομούσης· ψαλμὸς τῷ Δαβίδ.» Οὕτω δὲ καὶ οἱ λοιποὶ τὴν ἐπιγραφὴν ἡρμηνεύκασιν. Δῆλον τοίνυν, ὡς κληρονόμον ὁ θεῖος ἀποκαλεῖ λόγος, κοινῶς μὲν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἰδικῶς δὲ τὴν εὐσεβείᾳ συζῶσαν ψυχήν. Ἔστι γὰρ ἀκοῦσαι τοῦ Κυρίου λέγοντος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις· «Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Καὶ ὁ θεσπέσιος Παῦλος ταὐτό φησι· «Τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ· εἰ δὲ τέκνα, καὶ κληρονόμοι, κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ Χριστοῦ· εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.» Καὶ πάλιν, «Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός· εἰ δὲ υἱὸς, καὶ κληρονόμος Θεοῦ διὰ Χριστοῦ.» Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ, ἐξ ὧν ποδηγούμενοι τὴν διάνοιαν κατιδεῖν δυνησόμεθα. βʹ, γʹ. «Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῇ κραυγῇ μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου.» Πολλαῖς καὶ πάντοθεν βαλλομένη τρικυμίαις ἡ τοῦ Θεοῦ Ἐκκλησία, καὶ μέντοι καὶ ἑκάστη ψυχὴ τὸν εὐσεβῆ βίον ἀσπαζομένη, περιγίνεται καὶ τοῦ κλύδωνος ὑπερνήχεται, τὴν θείαν ἐπικουρίαν καλοῦσα διηνεκῶς. Τοῦτο δὴ καὶ ὁ προφητικὸς ἡμᾶς ἐκπαιδεύει λόγος, διδάσκων ὅπως προσήκει τὸν τῶν ὅλων Θεὸν καὶ βασιλέα λιπαρεῖν τε καὶ ἱκετεύειν· καὶ διδάσκει λέγων· «Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῇ κραυγῇ μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου.» Ἀλλ' οὔτε τὴν Κραυγὴν κραυγὴν νοητέον, οὔτε τὰ ὦτα ὦτα· περὶ γὰρ τοῦ Θεοῦ τῶν ὅλων σωματικώτερον ἔθος τῇ θείᾳ Γραφῇ λαλεῖν, καὶ ἀπὸ τῶν ἀνθρωπίνων μορίων τὰς θείας ἐνεργείας ἀποκαλεῖν· ὀφθαλμοὺς τὴν ὀπτικὴν, καὶ τὴν ἀκουστικὴν ὦτα, καὶ τἄλλα ὡσαύτως. Κραυγὴν δὲ, ἐπὶ τῶν εὐχομένων τὴν προθυμίαν καλεῖ, καὶ τὴν σπουδαίαν τῆς διανοίας ἱκετείαν. Τὸ δὲ «ἐνώτισαι,» ἀντὶ τοῦ, Εἴσω τῶν ὤτων σου γενέσθω μου τῆς προσευχῆς τὰ ῥήματα, καὶ εὐμενῶς ἄκουσον τῆς ἐμῆς ἱκετείας, καὶ πρόσχες ἀκριβῶς τοῖς τῆς δεήσεώς μου λόγοις, ἐπειδή σε Θεὸν οἶδα καὶ βασιλέα. δʹ, εʹ. «Ὅτι πρὸς σὲ προσεύξομαι, Κύριε, καὶ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψει με.» Θαῤῥοῦσα γὰρ ὡς δέχῃ τὰς ἐμὰς ἱκετείας, εὐθὺς τοῦ φωτὸς ἀνίσχοντος, τῶν βλεφάρων ἀποσεισαμένη τὸν ὕπνον, οἷα