Ancient Greek · ~9 min
Volume 80
Theodoretus Scr. Eccl. et Theol., Interpretatio in Psalmos 80.897
Not analysed yet
δὴ βασιλεῖ καὶ Δεσπότῃ παρίσταμαι, τὴν αἴτησίν σοι προσφέρουσα. Οὐ παντὸς δὲ ἐστὶ λέγειν τῷ τῶν ὅλων Θεῷ, «Παραστήσομαί σοι, καὶ ἐπόψει με·» ἀλλὰ τῶν κατὰ τὸν μέγαν Ἠλίαν διὰ τὴν ἀπὸ τῆς πολιτείας παῤῥησίαν λέγειν θαῤῥούντων, «Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ σήμερον.» «Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. [ϛʹ.] Οὐ παροικήσει σοι πονηρευόμενος· οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου.» Δέχῃ τὰς ἐμὰς δεήσεις, καὶ ἐποπτεύεις ἀντιβολοῦσαν· ἐπειδὴ πᾶσαν μὲν ἀνομίαν ἀπαγορεύεις, καὶ τοὺς πονηρίᾳ συζῶντας παντελῶς ἀποστρέφῃ· βδελύττῃ γὰρ ἅπαντας τοὺς παράνομον βίον ἀσπαζομένους. Τοῦτο γὰρ ἐπήγαγεν· ζʹ. «Ἐμίσησας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος.» Τὸν τῆς κακίας κατάλογον εἰς μέσον παρήγαγεν, ἐναντία δεικνὺς ἅπαντα τοῦ θείου θελήματος. Οὐ γὰρ μόνον ἀπαγορεύει πονηρίαν, καὶ παρανομίαν, καὶ ψεῦδος, καὶ δόλον, καὶ μιαιφονίαν· ἀλλὰ καὶ τοὺς τούτων ἐργάτας βδελύττεται, μετανοίᾳ προσέχειν οὐ βουλομένους. Σημαίνει δέ γε διὰ τούτων τοὺς κατὰ τῆς Ἐκκλησίας ἐν διαφόροις ἐπαναστάντας καιροῖς, καὶ περιγενέσθαι μὴ δυνηθέντας, κατὰ τὴν αὐτοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἀπαγόρευσιν· «Πύλαι γὰρ ᾅδου, φησὶν, οὐ κατισχύσουσιν αὐτῆς.» Τοῦτο δὲ καὶ ὁ ψαλμὸς παρεδήλωσεν. ηʹ. «Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου· προσκυνήσω πρὸς ναὸν ἅγιον σου ἐν φόβῳ σου.» Τῆς γὰρ σῆς ἀπολαύουσα φιλανθρωπίας, καὶ τῇ σῇ δεξιᾷ φρουρουμένη, τὴν διηνεκῆ σοὶ προσφέρω προσκύνησιν ἐν τῷ ἀφιερωμένῳ τῇ σῇ δόξῃ ναῷ, τὸν σὸν ἀεὶ περιφέρουσα φόβον· οὐδὲ γὰρ ἀνέξομαι τοῦτον ἀποβαλεῖν, τῇ σῇ φιλανθρωπίᾳ θαῤῥοῦσα. θʹ. «Κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου.» Ἔνια τῶν ἀντιγράφων «ἐνώπιόν μου τὴν ὁδόν σου» ἔχει· ἑκάτερα δὲ τῆς εὐσεβοῦς ἔχεται διανοίας. Εἴτε γὰρ ἡ ἡμετέρα ὁδὸς κατευθυνθείη ἐνώπιον τοῦ Θεοῦ, πλάνης οὐ ληψόμεθα πεῖραν· εἴτε ἡ τοῦ Θεοῦ ὁδὸς ἐνώπιον ἡμῶν κατευθυνθείη, αὐτὴν ὁδεύσομεν, καὶ πρὸς αὐτὴν προθύμως δραμούμεθα. Αἰτεῖ τοίνυν ἡ κληρονομοῦσα ὁδηγηθῆναι μὲν ὑπὸ τῆς τοῦ Θεοῦ δικαιοσύνης, κατευθυνθῆναι δὲ αὐτῇ τὴν ὁδὸν, καὶ ἐξευμαρισθῆναι, ἵνα ῥᾳδίως ὁδεύῃ. Ταύτην ὁ Σύμμαχος τὴν διάνοιαν τέθεικεν· ἀντὶ γὰρ τοῦ, κατεύθυνον, ὁμάλισον εἴρηκεν. Ἀκούομεν δὲ καὶ αὐτοῦ τοῦ Χριστοῦ διὰ Ἡσαΐου·